Kitap 15
180
παραλαβὼν δὲ τὴν βασιλείαν ἀποθανούσης τῆς μητρὸς αὐτῷ καὶ ταύτην κατασχὼν τρεῖς μῆνας ἐκπίπτει μὲν ὑπʼ Ἀριστοβούλου τοῦ ἀδελφοῦ, κατάγεται δʼ αὖθις ὑπὸ Πομπηίου καὶ πάσας τὰς τιμὰς ἀπολαβὼν ἔτη τεσσαράκοντα διετέλεσεν ἐν αὐτοῖς.
181
ἀφαιρεθεὶς δὲ τὸ δεύτερον ὑπʼ Ἀντιγόνου καὶ λωβηθεὶς τὸ σῶμα παρὰ Πάρθοις αἰχμάλωτος ἐγένετο. κἀκεῖθεν εἰς τὴν οἰκείαν ἐπανῄει χρόνῳ διὰ τὰς ἐξ Ἡρώδου προτεινομένας ἐλπίδας, ὧν οὐδὲν αὐτῷ κατὰ προσδοκίαν ἀπήντα πολυπαθείᾳ βίου χρησαμένῳ, τὸ δυσχερέστατον δέ, ὡς προειρήκαμεν, ἐν γήρᾳ τέλους οὐκ ἀξίου τυχεῖν·
182
δοκεῖ γὰρ ἐπιεικὴς καὶ μέτριος ἐν πᾶσιν γενέσθαι καὶ τὰ πλεῖστα τῆς ἀρχῆς ὑπὸ διοικηταῖς ἄγειν, οὐ πολυπράγμων οὐδὲ δεινὸς ὢν βασιλείας ἐπιστατεῖν, Ἀντιπάτρῳ τε καὶ Ἡρώδῃ μέχρι τοῦδε προελθεῖν ἐγένετο διὰ τὴν ἐπιείκειαν τὴν ἐκείνου, καὶ τὸ πέρας οὔτε δίκαιον οὔτʼ εὐσεβὲς ἐξ αὐτῶν εὕρατο τοιούτου τέλους.
183
Ὁ δὲ Ἡρώδης ὡς καὶ τὸν Ὑρκανὸν ἐκποδὼν ἐποιήσατο, σπεύδων πρὸς Καίσαρα καὶ μηδὲν ἐλπίσαι περὶ τῶν αὐτοῦ πραγμάτων δυνάμενος χρηστὸν ἐκ τῆς γενομένης αὐτῷ πρὸς Ἀντώνιον φιλίας, ὕποπτον μὲν εἶχεν τὴν Ἀλεξάνδραν, μὴ τῷ καιρῷ συνεπιθεμένη τὸ πλῆθος ἀποστήσῃ καὶ στασιάσῃ τὰ περὶ τὴν βασιλείαν πράγματα.
184
παρετίθετο δὲ πάντα Φερώρᾳ τἀδελφῷ, καὶ τὴν μητέρα Κύπρον καὶ τὴν ἀδελφὴν καὶ τὴν γενεὰν ἅπασαν ἐν Μασάδοις κατεστήσατο παρακελευσάμενος, εἴ τι περὶ αὐτὸν ἀκούσαιεν δυσχερές, ἔχεσθαι τῶν πραγμάτων.
185
Μαριάμμην δὲ τὴν αὐτοῦ γυναῖκα, δυνατὸν γὰρ οὐκ ἦν ἐν διαφορᾷ τῇ πρὸς τὴν ἀδελφὴν καὶ τὴν μητέρα τὴν ἐκείνου δίαιταν τὴν αὐτὴν ἔχειν, ἐν Ἀλεξανδρείῳ σὺν Ἀλεξάνδρᾳ τῇ μητρὶ κατεστήσατο Ἰώσηπον τὸν ταμιαίαν καὶ τὸν Ἰτουραῖον Σόαιμον ἐπʼ αὐτῶν καταλιπών, πιστοτάτους μὲν ἐξ ἀρχῆς γενομένους αὐτῷ, τότε δὲ προφάσει τιμῆς φρουρεῖν ἀπολειφθέντας τὰς γυναῖκας.
186
ἦν δὲ κἀκείνοις ἐντολὴ μαθόντας τι περὶ αὐτοῦ δυσχερὲς ἐξ αὐτῆς ἀμφοτέρας μεταχειρίσασθαι, τὴν δὲ βασιλείαν εἰς δύναμιν τοῖς παισὶν αὐτοῦ σὺν τἀδελφῷ Φερώρᾳ διατηρεῖν.