Kitap 15
201
τοῦτʼ αὐτὸν καὶ μᾶλλον εἰς πίστιν εὐνοίας καὶ προθυμίας ἐπισυνίστη καὶ πλεῖστον ἠνέγκατο τῇ χρείᾳ τοῦ καιροῦ τὸ μεγαλόψυχον ἁρμόσας. ὁ δὲ καὶ πάλιν ἐπανιόντων ἀπʼ Αἰγύπτου τῶν πρώτων οὐδενὸς τὰς ὑπηρεσίας ἥττων ἐφάνη.
202
Τότε μέντοι γενόμενος ἐν τῇ βασιλείᾳ τεταραγμένην αὐτῷ τὴν οἰκίαν καταλαμβάνει καὶ χαλεπῶς ἐχούσας τήν τε γυναῖκα Μαριάμμην καὶ τὴν μητέρα τὴν ἐκείνης Ἀλεξάνδραν.
203
οἰηθεῖσαι γάρ, ὅπερ ἦν ὕποπτον, οὐκ εἰς ἀσφάλειαν τῶν σωμάτων εἰς ἐκεῖνο κατατεθῆναι τὸ χωρίον, ἀλλʼ ὡς φρουρᾷ μηθενὸς μήτε τῶν ἄλλων μήθʼ αὑτῶν ἐξουσίαν ἔχοιεν, χαλεπῶς ἔφερον.
204
ἥ τε Μαριάμμη τὸν μὲν ἔρωτα τοῦ βασιλέως ὑπόκρισιν ἄλλως καὶ πρὸς τὸ συμφέρον αὐτῷ γινομένην ἀπάτην ὑπελάμβανεν, ἤχθετο δὲ τῷ μηδʼ εἰ πάσχοι τι δεινὸν ἐκεῖνος ἐλπίδα τοῦ βιώσεσθαι διʼ αὐτὸν ἐσχηκέναι καὶ τὰς Ἰωσήπῳ δοθείσας ἐντολὰς ἀνεμνημόνευεν, ὥστʼ ἤδη διὰ θεραπείας εἶχεν τοὺς φρουροὺς καὶ μᾶλλον τὸν Σόαιμον, ἐν ἐκείνῳ τὸ πᾶν ἐπισταμένη.
205
Σόαιμος δὲ κατὰ μὲν τὰς ἀρχὰς πιστὸς ἦν οὐδὲν ὧν Ἡρώδης ἐνετέταλτο παριείς, λόγοις δὲ καὶ δωρεαῖς λιπαρέστερον τῶν γυναικῶν ἐκθεραπευουσῶν αὐτὸν ἡττᾶτο κατὰ μικρὸν ἤδη καὶ τέλος ἐξεῖπεν ἁπάσας τὰς ἐντολὰς τοῦ βασιλέως, μάλιστα μὲν οὐδʼ ἐλπίσας αὐτὸν ἐπὶ τῆς αὐτῆς ὑποστρέψειν ἐξουσίας·
206
ἐν ᾧ καὶ μᾶλλον ἐκφυγὼν τὸν ἀπʼ αὐτοῦ κίνδυνον οὐ μικρὰ χαριεῖσθαι ταῖς γυναιξὶν ὑπελάμβανεν, αἷς ἦν εἰκὸς οὐκ ἀποτεύξεσθαι τοῦ περιόντος ἀξιώματος, ἀλλὰ καὶ πλέον εἰς τὴν ἀμοιβὴν ἕξειν εἰ βασιλευούσας ἢ τοῦ βασιλεύοντος ἀγχοῦ γενησομένας.
207
ἐπήλπιζε δʼ αὐτὸν οὐχ ἧττον, εἰ καὶ πάντα κατὰ νοῦν πράξας ὑποστρέψειεν Ἡρώδης, μηδὲν ὅτι τῇ γυναικὶ δυνήσεσθαι βουλομένῃ γε ἀντειπεῖν· ἠπίστατο γὰρ τὸν πρὸς τὴν Μαριάμμην ἔρωτα μείζονα λόγου τῷ βασιλεῖ.
208
ταῦτα προσεκλύσαντα τὰς ἐντολὰς ἐξαγγεῖλαι Μαριάμμη χαλεπῶς ἤκουσεν, εἰ μηδὲν πέρας αὐτῇ τῶν ἐξ Ἡρώδου κινδύνων ἔσται, χαλεπῶς δὲ διέκειτο, μηδενὸς μὲν τυχεῖν αὐτὸν τῶν ἴσων εὐχομένη, δυσύποιστον δʼ εἰ τύχοι τὸν μετʼ αὐτοῦ βίον κρίνουσα. καὶ τοῦτο διέδειξεν ἐν ὑστέρῳ μηδὲν ἐπικρυψαμένη τοῦ κατʼ αὐτὴν πάθους.