Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 15

277 Ἐλάνθανον δʼ οὐδὲ τὸν Ἡρώδην ἐκταραττόμενοι· καὶ βίαν μὲν ἐπάγειν ἄκαιρον ᾤετο, καθωμίλει δʼ ἐνίους καὶ παρηγόρει τῆς δεισιδαιμονίας ἀφαιρούμενος. οὐ μὴν ἔπειθεν, ἀλλʼ ὑπὸ δυσχερείας ὧν ἐδόκουν ἐκεῖνον πλημμελεῖν ὁμοθυμαδὸν ἐξεβόων, εἰ καὶ πάντα δοκοῖεν οἰστά, μὴ φέρειν εἰκόνας ἀνθρώπων ἐν τῇ πόλει, τὰ τρόπαια λέγοντες· οὐ γὰρ εἶναι πάτριον αὐτοῖς.
278 Ἡρώδης δὲ τεταραγμένους ὁρῶν καὶ μὴ ῥᾳδίως ἂν μεταπεσόντας, εἰ μὴ τύχοιεν παρηγορίας, καλέσας αὐτῶν τοὺς ἐπιφανεστάτους εἰς τὸ θέατρον παρήγαγεν καὶ δείξας τὰ τρόπαια, τί ποτʼ ἔστιν ὃ δοκεῖ ταῦτα αὐτοῖς ἐπύθετο.
279 τῶν δὲ ἐκβοησάντων ἀνθρώπων εἰκόνες, ἐπιτάξας ἀφαιρεθῆναι τὸν περιθέσιμον κόσμον ἐπιδείκνυσιν αὐτοῖς γυμνὰ τὰ ξύλα. τὰ δʼ εὐθὺς ἦν ἀποσυληθέντα γέλως καὶ πλεῖστον εἰς διάχυσιν ἐδυνήθη τὸ καὶ πρότερον αὐτοὺς ἐν εἰρωνείᾳ τίθεσθαι τὰς κατασκευὰς τῶν ἀγαλμάτων.
280 Τοῦτον δὲ τὸν τρόπον αὐτοῦ παρακρουσαμένου τὸ πλῆθος καὶ τὴν ὁρμὴν ἣν ἐπεπόνθεισαν ἐξ ὀργῆς διαχέαντος, οἱ μὲν πλείους εἶχον ὡς μεταβεβλῆσθαι καὶ μὴ χαλεπαίνειν ἔτι,
281 τινὲς δʼ αὐτῶν ἐπέμενον τῇ δυσχερείᾳ τῶν οὐκ ἐξ ἔθους ἐπιτηδευμάτων, καὶ τὸ καταλύεσθαι τὰ πάτρια μεγάλων ἡγούμενοι ἀρχὴν κακῶν ὅσιον ᾠήθησαν ἀποκινδυνεῦσαι μᾶλλον ἢ δοκεῖν ἐξαλλαττομένης αὐτοῖς τῆς πολιτείας περιορᾶν Ἡρώδην πρὸς βίαν ἐπεισάγοντα τὰ μὴ διʼ ἔθους ὄντα, καὶ λόγῳ μὲν βασιλέα, τῷ δʼ ἔργῳ πολέμιον φαινόμενον τοῦ παντὸς ἔθνους.
282 ἐκ δὲ τούτου συνομοσάμενοι πάντα κίνδυνον ὑποδύεσθαι δέκα τῶν πολιτῶν ἄνδρες, ξιφίδια τοῖς ἱματίοις ὑποβαλόντες,
283 ἦν δʼ αὐτοῖς διʼ ἀναξιοπάθειαν ὧν ἤκουεν καὶ τῶν διεφθορότων τις τοὺς ὀφθαλμοὺς συνομωμοσμένος, οὐχ ὡς ἐνεργῆσαί τι καὶ δρᾶν εἰς τὴν ἐπιχείρησιν ἱκανός, ἀλλʼ ἐν ἑτοίμῳ κατατιθεὶς αὑτὸν παθεῖν εἴ τι κἀκείνοις συμβαίνοι δυσχερές, ὥστε μὴ μετρίαν τὴν ὁρμὴν τοῖς ἐπιχειροῦσι διʼ αὐτὸν γενέσθαι,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi