Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 15

340 τὰ δʼ ὑπʼ αὐτὴν ὑπόνομοί τε καὶ λαῦραι πραγματείαν οὐκ ἐλάττω τῶν ὑπερῳκοδομημένων ἔχουσαι. τούτων αἱ μὲν κατὰ σύμμετρα διαστήματα φέρουσιν εἰς τὸν λιμένα καὶ τὴν θάλατταν, μία δʼ ἐγκαρσία πάσας ὑπέζωκεν, ὡς τούς τε ὄμβρους εὐμαρῶς καὶ τὰ λύματα τῶν οἰκητόρων συνεκδίδοσθαι τήν τε θάλατταν, ὅταν ἔξωθεν ἐπείγηται, διαρρεῖν καὶ τὴν σύμπασαν ὑποκλύζειν πόλιν.
341 κατεσκεύαζεν δʼ ἐν αὐτῇ καὶ θέατρον καὶ πρὸς τῷ νοτίῳ τοῦ λιμένος ὄπισθεν ἀμφιθέατρον πολὺν ὄχλον ἀνθρώπων δέχεσθαι δυνάμενον καὶ κείμενον ἐπιτηδείως ἀποπτεύειν εἰς τὴν θάλασσαν. ἡ μὲν δὴ πόλις οὕτως ἐξετελέσθη δωδεκαετεῖ χρόνῳ καὶ ταῖς ἐργασίαις οὐκ ἐγκαμόντος καὶ ταῖς δαπάναις ἐπαρκέσαντος τοῦ βασιλέως.
342 Ἐπὶ τοιούτοις δὲ ὢν καὶ τῆς Σεβαστῆς ἤδη πεπολισμένης ἔγνω τοὺς παῖδας αὐτοῦ πέμπειν εἰς Ῥώμην Ἀλέξανδρον καὶ Ἀριστόβουλον, συντευξομένους Καίσαρι.
343 τούτοις ἀνελθοῦσιν καταγωγὴ μὲν ἦν Πολλίωνος οἶκος ἀνδρὸς τῶν μάλιστα σπουδασάντων περὶ τὴν Ἡρώδου φιλίαν, ἐφεῖτο δὲ κἀν τοῖς Καίσαρος κατάγεσθαι· καὶ γὰρ ἐξεδέξατο μετὰ πάσης φιλανθρωπίας τοὺς παῖδας· καὶ δίδωσιν Ἡρώδῃ τὴν βασιλείαν ὅτῳ βούλεται βεβαιοῦν τῶν ἐξ αὐτοῦ γεγονότων, καὶ χώραν ἔτι τόν τε Τράχωνα καὶ Βαταναίαν καὶ Αὐρανῖτιν· ἔδωκεν δὲ διὰ τοιαύτην αἰτίαν παραλαβών.
344 Ζηνόδωρός τις ἐμεμίσθωτο τὸν οἶκον τὸν Λυσανίου. τούτῳ τὰ μὲν κατὰ τὰς προσόδους οὐκ ἤρκει, τὰ λῃστήρια δὲ ἔχων ἐν τῷ Τράχωνι πλείω τὴν πρόσοδον ἔφερεν· οἰκοῦσι γὰρ ἄνδρες ἐξ ἀπονοίας ζῶντες τοὺς τόπους, οἳ τὰ Δαμασκηνῶν ἐλῄζοντο, καὶ Ζηνόδωρος οὔτʼ εἶργεν αὐτός τε τῶν ὠφελειῶν ἐκοινώνει.
345 κακῶς δὲ πάσχοντες οἱ πλησιόχωροι Οὐάρρωνος κατεβόων τοῦ τότε ἡγεμονεύοντος καὶ γράφειν ἠξίουν Καίσαρι τοῦ Ζηνοδώρου τὴν ἀδικίαν. Καῖσαρ δὲ ἀνενεχθέντων τούτων ἀντέγραφεν ἐξελεῖν τὰ λῃστήρια τήν τε χώραν Ἡρώδῃ προσένειμεν, ὡς διὰ τῆς ἐπιμελείας τῆς ἐκείνου μηκέτʼ ἂν ὀχληρῶν τῶν περὶ τὸν Τράχωνα γενησομένων τοῖς πλησίον·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi