Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 15

376 εὐτυχίᾳ μὲν γὰρ ὅσον οὐκ ἄλλος διοίσεις καὶ τεύξῃ δόξης αἰωνίου, λήθην δʼ εὐσεβείας ἕξεις καὶ τοῦ δικαίου. ταῦτα δʼ οὐκ ἂν λάθοι τὸν θεὸν ἐπὶ τῇ καταστροφῇ τοῦ βίου τῆς ἀντʼ αὐτῶν ὀργῆς ἀπομνημονευομένης.
377 τούτοις αὐτίκα μὲν ἥκιστα τὸν νοῦν προσεῖχεν ἐλπίδι λειπόμενος αὐτῶν Ἡρώδης, κατὰ μικρὸν δὲ ἀρθεὶς ἕως καὶ τοῦ βασιλεύειν καὶ εὐτυχεῖν ἐν τῷ μεγέθει τῆς ἀρχῆς μεταπέμπεται τὸν Μανάημον καὶ περὶ τοῦ χρόνου πόσον ἄρξει διεπυνθάνετο.
378 Μανάημος δὲ τὸ μὲν σύμπαν οὐκ εἶπεν· ὡς δὲ σιωπῶντος αὐτοῦ, μόνον εἰ δέκα γενήσονται βασιλείας ἐνιαυτοὶ προσεπύθετο καὶ εἴκοσι καὶ τριάκοντα εἰπὼν τὸν ὅρον οὐκ ἐπέθηκε τῷ τέλει τῆς προθεσμίας, Ἡρώδης δὲ καὶ τούτοις ἀρκεσθεὶς τόν τε Μανάημον ἀφῆκεν δεξιωσάμενος καὶ πάντας ἀπʼ ἐκείνου τοὺς Ἐσσηνοὺς τιμῶν διετέλει.
379 ταῦτα μὲν οὖν εἰ καὶ παράδοξα δηλῶσαι τοῖς ἐντυγχάνουσιν ἠξιώσαμεν καὶ περὶ τῶν παρʼ ἡμῖν ἐμφῆναι, διότι πολλοὶ διὰ τοιούτων ὑπὸ καλοκαγαθίας καὶ τῆς τῶν θείων ἐμπειρίας ἀξιοῦνται.
380 Τότε δʼ οὖν ὀκτωκαιδεκάτου τῆς Ἡρώδου βασιλείας γεγονότος ἐνιαυτοῦ μετὰ τὰς προειρημένας πράξεις ἔργον οὐ τὸ τυχὸν ἐπεβάλετο, τὸν νεὼν τοῦ θεοῦ διʼ αὐτοῦ κατασκευάσασθαι μείζω τε τὸν περίβολον καὶ πρὸς ὕψος ἀξιοπρεπέστερον ἐγείρειν, ἡγούμενος ἁπάντων αὐτῷ τῶν πεπραγμένων περισημότερον, ὥσπερ ἦν, ἐκτελεσθήσεσθαι τοῦτο καὶ πρὸς αἰώνιον μνήμην ἀρκέσειν.
381 οὐχ ἕτοιμον δὲ τὸ πλῆθος ἐπιστάμενος οὐδὲ ῥᾴδιον ἔσεσθαι πρὸς τὸ μέγεθος τῆς ἐπιχειρήσεως ἠξίου λόγῳ προκαταστησάμενος ἐγχειρῆσαι τῷ παντί, καὶ συγκαλέσας αὐτοὺς ἔλεγε τοιάδε·
382 τὰ μὲν ἄλλα μοι τῶν κατὰ τὴν βασιλείαν πεπραγμένων, ἄνδρες ὁμόφυλοι, περισσὸν ὑπολαμβάνω λέγειν. καίτοι τοῦτον ἐγένετο τὸν τρόπον, ὡς ἐλάττω μὲν ἐμοὶ τὸν ἀπʼ αὐτῶν κόσμον, πλείω δὲ ὑμῖν τὴν ἀσφάλειαν φέρειν.
383 οὔτε γὰρ ἐν τοῖς δυσχερεστάτοις ἀμελήσας τῶν εἰς τὰς ὑμετέρας χρείας διαφερόντων οὔτε ἐν τοῖς κατασκευάσμασιν ἐπιτηδεύσας ἐμαυτῷ μᾶλλον ἢ καὶ πᾶσιν ὑμῖν τὸ ἀνεπηρέαστον, οἶμαι σὺν τῇ τοῦ θεοῦ βουλήσει πρὸς εὐδαιμονίαν ὅσον οὐ πρότερον ἀγηοχέναι τὸ Ἰουδαίων ἔθνος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi