Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 15

408 πρότερον δʼ ἦν ὑπὸ σφραγῖδα τοῦ ἀρχιερέως καὶ τῶν γαζοφυλάκων, καὶ πρὸ μιᾶς ἡμέρας τῆς ἑορτῆς ἐπὶ τὸν Ῥωμαίων φρούραρχον ἀναβαίνοντες οἱ γαζοφύλακες καὶ καταμανθάνοντες τὴν ἑαυτῶν σφραγῖδα τὴν στολὴν ἐλάμβανον. εἶτʼ αὖθις τῆς ἑορτῆς παρελθούσης εἰς τὸν αὐτὸν κομίσαντες τόπον καὶ τῷ φρουράρχῳ δείξαντες σύμφωνον τὴν σφραγῖδα κατετίθεντο.
409 ταῦτα μὲν οὖν ὑπὸ τοῦ πάθους τῶν ἐπισυμβεβηκότων παρεδηλώθη. τότε δʼ οὖν ὁ τῶν Ἰουδαίων βασιλεὺς Ἡρώδης καὶ ταύτην τὴν βᾶριν ὀχυρωτέραν κατασκευάσας ἐπʼ ἀσφαλείᾳ καὶ φυλακῇ τοῦ ἱεροῦ, χαριζόμενος Ἀντωνίῳ φίλῳ μὲν αὐτοῦ Ῥωμαίων δὲ ἄρχοντι προσηγόρευσεν Ἀντωνίαν.
410 Ἐν δὲ τοῖς ἑσπερίοις μέρεσιν τοῦ περιβόλου πύλαι τέτταρες ἐφέστασαν, ἡ μὲν εἰς τὰ βασίλεια τείνουσα τῆς ἐν μέσῳ φάραγγος εἰς δίοδον ἀπειλημμένης, αἱ δύο δὲ εἰς τὸ προάστειον, ἡ λοιπὴ δʼ εἰς τὴν ἄλλην πόλιν βαθμίσιν πολλαῖς κάτω τε εἰς τὴν φάραγγα διειλημμένη καὶ ἀπὸ ταύτης ἄνω πάλιν ἐπὶ τὴν πρόσβασιν· ἄντικρυς γὰρ ἡ πόλις ἔκειτο τοῦ ἱεροῦ θεατροειδὴς οὖσα περιεχομένη βαθείᾳ φάραγγι κατὰ πᾶν τὸ νότιον κλίμα.
411 τὸ δὲ τέταρτον αὐτοῦ μέτωπον τὸ πρὸς μεσημβρίαν εἶχε μὲν καὶ αὐτὸ πύλας κατὰ μέσον, ἐπʼ αὐτοῦ δὲ τὴν βασίλειον στοὰν τριπλῆν κατὰ μῆκος διιοῦσαν ἀπὸ τῆς ἑῴας φάραγγος ἐπὶ τὴν ἑσπέριον· οὐ γὰρ ἦν ἐκτεῖναι προσωτέρω δυνατόν.
412 ἔργον δʼ ἦν ἀξιαφηγητότατον τῶν ὑφʼ ἡλίῳ· μεγάλου γὰρ ὄντος τοῦ τῆς φάραγγος ἀναλήμματος καὶ οὐδʼ ἀνεκτοῦ κατιδεῖν, εἴ τις ἄνωθεν εἰς τὸν βυθὸν εἰσκύπτοι, παμμέγεθες ὕψος ἐν αὐτῷ τὸ τῆς στοᾶς ἀνέστηκεν, ὡς εἴ τις ἀπʼ ἄκρου τοῦ ταύτης τέγους ἄμφω συντιθεὶς τὰ βάθη διοπτεύοι, σκοτοδινιᾶν οὐκ ἐξικνουμένης τῆς ὄψεως εἰς ἀμέτρητον τὸν βυθόν.
413 κίονες δʼ ἐφέστασαν κατʼ ἀντίστοιχον ἀλλήλοις ἐπὶ μῆκος τέτραχα, συνεδέδετο γὰρ ὁ τέταρτος στοῖχος λιθοδομήτῳ τείχει, καὶ πάχος ἦν ἑκάστου κίονος εἰς τρεῖς ἐπισυναπτόντων ἀλλήλοις τὰς ὀργυιὰς περιλαβεῖν, μῆκος δὲ ποδῶν ἑπτὰ καὶ εἴκοσι διπλῆς σπείρας ὑπειλημένης.
414 πλῆθος δὲ συμπάντων δύο καὶ ἑξήκοντα καὶ ἑκατὸν κιονοκράνων αὐτοῖς κατὰ τὸν Κορίνθιον τρόπον ἐπεξειργασμένων γλυφαῖς ἔκπληξιν ἐμποιούσαις διὰ τὴν τοῦ παντὸς μεγαλουργίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi