Kitap 15
52
ὁρμή τε τῷ πλήθει πρὸς αὐτὸν εὐνοίας ἐγένετο καὶ τῶν Ἀριστοβούλῳ τῷ πάππῳ πεπραγμένων ἐναργὴς ἡ μνήμη παρέστη, νικώμενοί τε κατὰ μικρὸν ἐξηλέγχοντο τὰς διαθέσεις χαίροντες ὁμοῦ καὶ συγχεόμενοι καὶ φωνὰς εὐφήμους εἰς αὐτὸν ἀφιέντες εὐχαῖς μεμιγμένας, ὡς ἐμφανῆ γενέσθαι τὴν εὔνοιαν τῶν ὄχλων καὶ προπετεστέραν ἐν βασιλείᾳ δοκεῖν τὴν ὧν πεπόνθεσαν ὁμολογίαν.
53
ἐπὶ τούτοις ἅπασιν Ἡρώδης ἔγνω τὴν προαίρεσιν, ἣν εἶχεν εἰς τὸ μειράκιον, ἐξεργάσασθαι. καὶ τῆς ἑορτῆς παρελθούσης εἱστιᾶτο μὲν ἐν Ἱεριχοῦντι δεχομένης αὐτοὺς τῆς Ἀλεξάνδρας, φιλοφρονούμενος δὲ τὸ μειράκιον καὶ προέλκων εἰς ἀδεῆ πότον ἕτοιμος ἦν συμπαίζειν καὶ νεανιεύεσθαι κεχαρισμένως ἐκείνῳ.
54
τοῦ δὲ περὶ τὸν τόπον ἰδιώματος θερινωτέρου τυγχάνοντος συνειλεγμένοι τάχιον ἐξῆλθον ἀλύοντες, καὶ ταῖς κολυμβήθραις ἐπιστάντες, αἳ μεγάλαι περὶ τὴν αὐλὴν ἐτύγχανον, ἀνέψυχον τὸ θερμότατον τῆς μεσημβρίας.
55
καὶ πρῶτον μὲν ἑώρων τοὺς νέοντας τῶν οἰκετῶν καὶ φίλων, ἔπειτα προαχθέντος καὶ τοῦ μειρακίου τῷ καὶ τὸν Ἡρώδην παροξῦναι, τῶν φίλων οἷς ταῦτα ἐπιτέτακτο σκότους ἐπέχοντος βαροῦντες ἀεὶ καὶ βαπτίζοντες ὡς ἐν παιδιᾷ νηχόμενον οὐκ ἀνῆκαν, ἕως καὶ παντάπασιν ἀποπνῖξαι.
56
καὶ διεφθάρη μὲν οὕτως Ἀριστόβουλος, ὀκτωκαίδεκα μὲν οὐ πάντα βιοὺς ἔτη, τὴν δʼ ἱερωσύνην κατασχὼν ἐνιαυτόν, ἣν Ἀνάνηλος ἐκομίσατο πάλιν.
57
Ἐξαγγελθέντος δὲ τοῦ πάθους ταῖς γυναιξὶν εὐθὺς μὲν ἐκ μεταβολῆς θρῆνος ἦν ἐπὶ προκειμένῳ τῷ νεκρῷ καὶ πένθος ἄσχετον, ἥ τε πόλις τοῦ λόγου διαδοθέντος ὑπερήλγει πάσης ἑστίας οἰκειουμένης τὴν συμφορὰν ὡς οὐκ ἐπʼ ἀλλοτρίῳ γενομένην.
58
Ἀλεξάνδρα δὲ καὶ μᾶλλον ἐκπαθὴς ἦν συνέσει τῆς ἀπωλείας, τὸ μὲν ἀλγοῦν ἐκ τοῦ γινώσκειν ὅπως ἐπράχθη πλεῖον ἔχουσα, τὸ δʼ ἐγκαρτερεῖν ἀναγκαῖον ἐπὶ μείζονος κακοῦ προσδοκίᾳ ποιουμένη.
59
καὶ πολλάκις μὲν ἦλθεν αὐτοχειρίᾳ περιγράψασθαι τὸν βίον, ἐπέστη δʼ ὅμως, εἰ δύναιτο ζῶσα προσαρκέσαι τῷ κατʼ ἐπιβουλὰς ἀνόμως διεφθαρμένῳ, τό τε πλέον ἐντεῦθεν αὐτῇ παρεκρότει τὸν βίον, καὶ τὸ μηδεμίαν ὑποψίαν ἐνδοῦναι τοῦ κατὰ πρόνοιαν ἀπολέσθαι τὸν υἱὸν ἱκανὸν εἰς εὐκαιρίαν ἀμύνης ἐνόμιζε.