Kitap 16
67
ἐχόντων δέ τι καὶ τῶν νεανίσκων θρασὺ καὶ δύσνουν εἰς τὸν γεγεννηκότα μνήμῃ τε τῆς μητρὸς οἷα πάθοι παρὰ τὴν ἀξίαν καὶ τῇ τοῦ κρατεῖν ἐπιθυμίᾳ.
68
πάλιν τε τὸ κακὸν ὅμοιον ἐγεγόνει τοῖς πρώτοις, βλασφημίαι μὲν ἐξ ἐκείνων εἴς τε τὴν Σαλώμην καὶ τὸν Φερώραν, κακοήθειαι δὲ τούτων εἰς τὰ μειράκια καὶ μετὰ πραγματείας ἐπιβουλή·
69
τὸ μὲν γὰρ μῖσος ἴσον ἦν ἐξ ἀλλήλων, ὁ δὲ τρόπος τοῦ μισεῖν οὐχ ὅμοιος· ἀλλʼ οἱ μὲν ἐν τῷ φανερῷ λοιδορηθῆναι καὶ προσονειδίσαι προπετεῖς εὐγενὲς ὑπὸ τῆς ἀπειρίας οἰόμενοι τὸ τῆς ὀργῆς ἀνυπόστολον, οἱ δʼ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ πραγματικῶς καὶ κακοήθως ἐχρῶντο ταῖς διαβολαῖς, προέλκοντες ἀεὶ τὰ μειράκια καὶ τὸ θρασὺ καταλογιζόμενοι βίαιον ἔσεσθαι πρὸς τὸν γεγεννηκότα.
70
τὸ γὰρ οὐκ αἰδεῖσθαι ταῖς τῆς μητρὸς ἁμαρτίαις οὐδʼ οἴεσθαι δίκαια παθεῖν ἐκείνην ἄσχετον εἶναι πρὸς τὸ μὴ τὸν αἴτιον δοκοῦντα τιμωρήσεσθαι καὶ διʼ αὐτοχειρίας.
71
τέλος οὖν ἀνεπλήσθη πᾶσα ἡ πόλις τῶν τοιούτων λόγων καὶ καθάπερ ἐν τοῖς ἀγωνίσμασιν ἠλεεῖτο μὲν ἡ τῶν μειρακίων ἀπειρία, κατίσχυεν δὲ ἡ τῆς Σαλώμης ἐπιμέλεια καὶ παρʼ αὐτῶν ἐκείνων τὰς ἀφορμὰς τοῦ μὴ ψευδῆ λέγειν ἐλάμβανεν.
72
οἱ γὰρ οὕτως ἀχθόμενοι τῷ θανάτῳ τῆς μητρός, ἐπειδὴ κἀκείνην καὶ σφᾶς αὐτοὺς κακῶς ἔλεγεν, ἐφιλονείκουν ἐλεεινὴν μέν, ὥσπερ ἦν, ἀποφαίνειν τὴν καταστροφὴν τῆς μητρός, ἐλεεινοὺς δὲ αὐτούς, οἳ τοῖς ἐκείνης φονεῦσιν ἀναγκάζονται συζῆν καὶ τῶν αὐτῶν μεταλαμβάνειν.
73
Ταῦτα προῄει μειζόνως καιρὸν ἐχούσης τῆς στάσεως ἐν ἀποδημίᾳ τοῦ βασιλέως. ὡς δʼ ἐπανῆλθεν Ἡρώδης καὶ τῷ πλήθει διελέξατο, καθὼς προειρήκαμεν, προσέπιπτον εὐθὺς οἱ λόγοι παρά τε τοῦ Φερώρα καὶ τῆς Σαλώμης μέγαν αὐτῷ τὸν κίνδυνον εἶναι τὸν παρὰ τῶν νεανίσκων ἀνάφανδα διαπειλουμένων, ὡς οὐκ ἀνέξονται μὴ τισάμενοι τῆς μητρὸς τὸν φόνον.
74
προσετίθεσαν δʼ ἔτι καὶ ὡς ταῖς παρʼ Ἀρχελάου τοῦ Καππάδοκος ἐλπίσιν ἐπανέχοιεν, ὡς διʼ ἐκείνου πρός τε Καίσαρα ἀφιξόμενοι καὶ κατηγορήσοντες τοῦ πατρός.