Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 16

89 ταῦτα δὲ διʼ ἐννοίας ἔχων οὐκ ἀφίστατο τῆς ἑαυτοῦ προαιρέσεως, ἀλλὰ κἀκεῖθεν, ὅτε ἀνιάσειν τι καὶ παροξυνεῖν ἤλπιζεν τὸν πατέρα κατὰ τῶν ἀδελφῶν, συνεχῶς ἐπέστελλεν, πρόφασιν μὲν ὡς ὑπεραγωνιῶν αὐτοῦ, τὸ δὲ ἀληθὲς ἀφʼ ἧς εἶχεν ἐν φύσει κακοηθείας τὴν ἐλπίδα μεγάλην καὶ καθʼ ἑαυτὴν οὖσαν ἐμπορευόμενος,
90 ἕως εἰς τοῦτο προήγαγεν τὸν Ἡρώδην ὀργῆς καὶ δυσφημίας, ὡς ἤδη μὲν ἔχων δυσμενῶς τοῖς μειρακίοις, ἐν δὲ κατοκνεῖν εἰς τοιοῦτον ἐμβῆναι πάθος, ὡς μήτʼ ἀμελῶν μήτʼ ἐκ προπετείας ἁμαρτάνοι, κρεῖττον ἡγήσατο πλεύσας εἰς Ῥώμην ἐκεῖ τῶν παίδων κατηγορεῖν παρὰ Καίσαρι, καὶ μηδὲν αὑτῷ τοιοῦτον ἐπιτρέπειν, ὃ καὶ διὰ μέγεθος τῆς ἀσεβείας ὕποπτον ἦν.
91 ὡς δὲ ἀνῆλθεν εἰς τὴν Ῥώμην, ἐγένετο μὲν μέχρι τῆς Ἀκυληίας πόλεως Καίσαρι συντυχεῖν ἐπειγόμενος, ἐλθὼν δʼ εἰς λόγους καὶ καιρὸν αἰτησάμενος ἐπὶ μεγάλοις οἷς ἐδόκει δυστυχεῖν παρεστήσατο μὲν τοὺς παῖδας, ᾐτιᾶτο δὲ τῆς ἀπονοίας καὶ τῆς ἐπιχειρήσεως,
92 ὡς ἐχθρῶς ἔχουσιν ἅπαντα τρόπον ἐσπουδακότες μισεῖν τὸν ἑαυτῶν πατέρα μεταχειρίσασθαι καὶ τὴν βασιλείαν ὠμοτάτῳ τρόπῳ παραλαβεῖν· ὁ δʼ οὐδὲ θνήσκων ἐξ ἀνάγκης μᾶλλον ἢ κρίσει παραδοῦναι τῷ διαμείναντι πρὸς αὐτὸν εὐσεβεστέρῳ παρὰ Καίσαρος ἐξουσίαν ἔχοι.
93 τοῖς δʼ οὐχ ὑπὲρ τῆς ἀρχῆς τὸ πλέον, ἀλλʼ εἰ καὶ ταύτης στεροῖντο καὶ τοῦ ζῆν ἐλάττων λόγος, εἰ μόνον ἀποκτεῖναι τὸν πατέρα δυνηθεῖεν· οὕτως ἄγριόν τι καὶ μιαρὸν ἐντετηκέναι ταῖς ψυχαῖς αὐτῶν μῖσος. καὶ ταύτην τὴν ἀτυχίαν αὐτὸς ἐκ μακροῦ φέρων ἀναγκασθῆναι νῦν ἐξηγεῖσθαι Καίσαρι καὶ μιαίνειν αὐτοῦ τὰς ἀκοὰς τοιούτοις λόγοις.
94 καίτοι τί μὲν εἴησαν παθόντες ἐξ αὐτοῦ δυσχερές; ἐπὶ τίνι δὲ μέμφονται βαρὺν ὄντα; πῶς δʼ οἷόν τε καὶ δίκαιον ἣν αὐτὸς ἐκτήσατο πολλοῖς πόνοις καὶ κινδύνοις ἀρχήν, ταύτης οὐκ ἐᾶν κύριον εἶναι κρατεῖν τε καὶ διδόναι τῷ κατʼ ἀξίαν;
95 ὡς τοῦτό γε μετὰ τῶν ἄλλων ἆθλον εὐσεβείας ἐκτίθεται τῷ μέλλοντι πρὸς τὸν ποτὲ γενήσεσθαι τοιούτῳ τὴν ἐπιμέλειαν, ἅτε καὶ τῆς ἀμοιβῆς τοσῆσδε οὔσης ἐπιτυγχάνειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi