Kitap 16
137
ἦν οὖν εὐθὺς ἐν καθιερώσει μείζονες ἑορταὶ καὶ παρασκευαὶ πολυτελέσταται· κατηγγέλκει μὲν γὰρ ἀγῶνα μουσικῆς καὶ γυμνικῶν ἀθλημάτων, παρεσκευάκει δὲ πολὺ πλῆθος μονομάχων καὶ θηρίων ἵππων τε δρόμον καὶ τὰ πολυτελέστερα τῶν ἔν τε τῇ Ῥώμῃ καὶ παρʼ ἄλλοις τισὶν ἐπιτηδευμάτων.
138
ἀνετίθει δὲ καὶ τοῦτον τὸν ἀγῶνα Καίσαρι κατὰ πενταετηρίδα παρεσκευασμένος ἄγειν αὐτόν· ὁ δʼ αὐτῷ πᾶσαν τὴν εἰς τὰ τοιαῦτα παρασκευὴν ἀπὸ τῶν οἰκείων διεπέμπετο τὴν φιλοτιμίαν ἐπικοσμῶν.
139
ἰδίᾳ δὲ καὶ ἡ γυνὴ Καίσαρος Ἰουλία πολλὰ τῶν ἐκεῖ πολυτελεστάτων ἀπέστειλεν, ὡς μηδὲν ὑστερεῖν τὰ πάντα συντιμώμενα ταλάντων πεντακοσίων.
140
συνελθόντος δʼ εἰς τὴν πόλιν ὄχλου πλείονος κατὰ θεωρίαν καὶ πρεσβείας, ἃς ἔπεμπον οἱ δῆμοι διʼ ἃς ἐπεπόνθεισαν εὐεργεσίας, ἅπαντας ἐξεδέξατο καὶ καταγωγαῖς καὶ τραπέζαις καὶ διηνεκέσιν ἑορταῖς, τῆς πανηγύρεως ἐν μὲν ταῖς ἡμέραις ἐχούσης τὰς ἀπὸ τῶν θεαμάτων ψυχαγωγίας, ἐν δὲ ταῖς νυξὶ τὰς εὐφροσύνας καὶ τὴν εἰς τοῦτο πολυτέλειαν, ὡς ἐπίσημον γενέσθαι τὴν μεγαλοψυχίαν αὐτοῦ·
141
εἰς πάντα γὰρ ἅπερ ἂν ἐπιτηδεύσειεν ἐφιλονείκει τὴν τῶν ἤδη γεγενημένων ἐπίδειξιν ὑπερβαλέσθαι, καί φασιν αὐτόν τε Καίσαρα καὶ Ἀγρίππαν πολλάκις εἰπεῖν, ὡς ἀποδέοι τὰ τῆς ἀρχῆς Ἡρώδῃ τῆς οὔσης ἐν αὐτῷ μεγαλοψυχίας· ἄξιον γὰρ εἶναι καὶ Συρίας ἁπάσης καὶ Αἰγύπτου τὴν βασιλείαν ἔχειν.
142
Μετὰ δὲ τὴν πανήγυριν ταύτην καὶ τὰς ἑορτὰς πόλιν ἄλλην ἀνήγειρεν ἐν τῷ πεδίῳ τῷ λεγομένῳ Καφαρσαβᾶ τόπον ἔνυδρον καὶ χώραν ἀρίστην φυτοῖς ἐκλέξας, ποταμοῦ τε περιρρέοντος τὴν πόλιν αὐτὴν καὶ καλλίστου κατὰ μέγεθος τῶν φυτῶν περιειληφότος ἄλσους.
143
ταύτην ἀπὸ Ἀντιπάτρου τοῦ πατρὸς Ἀντιπατρίδα προσηγόρευσεν. ἐπώνυμον δὲ καὶ τῇ μητρὶ χωρίον ὑπὲρ Ἱεριχοῦν οἰκοδομήσας ἀσφαλείᾳ τε διάφορον καὶ καταγωγαῖς ἥδιστον ἐκάλεσεν Κύπρον.
144
Φασαήλῳ τε τῷ ἀδελφῷ μνημεῖα διὰ τὴν γεγενημένην εἰς αὐτὸν φιλοστοργίαν ἀνετίθει τὰ κάλλιστα, πύργον ἐπʼ αὐτῆς τῆς πόλεως ἀναστήσας οὐδὲν ἐλάττω τοῦ κατὰ τὴν Φάρον, ὃν προσηγόρευσεν Φασάηλον, ἀσφαλείας τε τῇ πόλει μέρος ὄντα καὶ μνήμης τῷ τετελευτηκότι διὰ τὴν προσηγορίαν.