Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 16

238 τέλος τε οἱ περὶ αὐτὸν ἐν τῷ μηδὲν ἔχειν βέβαιον εἰς ἐλπίδα σωτηρίας ἐπʼ ἀλλήλους ἐτράπησαν, νομίζοντες μέν, εἰ φθάσας ἕτερος τὸν ἕτερον διαβάλοι, τοῦτʼ αὐτῷ πρὸς σωτηρίαν φέρειν, ἐπίφθονοι δʼ εἴ ποτε τύχοιεν ὧν ἠξίουν γενόμενοι καὶ τὸ δικαίως αὐτοὶ παθεῖν ἐφʼ οἷς ἄλλους ἠδίκησαν προσλαμβάνοντες μόνον.
239 ἤδη γοῦν οἰκείας τινὲς ἔχθρας ἐπεξῄεσαν τῷ τοιούτῳ τρόπῳ καὶ καταφωραθέντες ἐν τοῖς ὁμοίοις ἐγένοντο, τὸν καιρὸν ὥσπερ ὄργανον καὶ πάγην ἐπὶ τοὺς ἐχθροὺς νοοῦντες καὶ συναλισκόμενοι τῇ πείρᾳ, καθʼ ἣν ἑτέροις ἐπεβούλευον.
240 ἥ τε γὰρ μετάνοια τῷ βασιλεῖ ταχὺ διὰ τὸ μὴ προφανῶς ἁμαρτάνοντας ἀναιρεῖν ἐπεγίνετο καὶ ταύτης τὸ χαλεπὸν οὐκ εἰς τὸ παύσασθαι τὰ ὅμοια δρᾶν, ἀλλʼ εἰς τὸ τιμωρήσασθαι τοῖς ἴσοις τοὺς ἐνδειξαμένους ἀπηρτίζετο.
241 Τοιαύτη μὲν ἦν τῶν περὶ τὴν αὐλὴν ταραχή. πολλοῖς δὲ τῶν φίλων ἤδη καὶ τοῦτʼ αὐτὸ προεῖπεν, ὡς οὔτʼ ἐμφανίζεσθαι δέον αὐτῷ λοιπὸν οὔτʼ εἰς τὸ βασίλειον εἰσιέναι. ταύτην δὲ τὴν παραγγελίαν ἐποιεῖτο καθʼ ὧν ἡ παρρησία ἐλάττονος ἢ πλείονος ἐντροπῆς μετειλήφει·
242 καὶ γὰρ Ἀνδρόμαχον καὶ Γέμελλον ἄνδρας ἄνωθεν φίλους αὐτῷ, καὶ πολλὰ μὲν περὶ τὰς βασιλικὰς χρείας ἔν τε πρεσβείαις καὶ συμβουλίαις ὀνήσαντας αὐτοῦ τὸν οἶκον, συμπαιδεύσαντας δὲ τοὺς υἱοὺς καὶ τί γὰρ ἢ πρῶτον παρρησίας τόπον ἐσχηκότας παρῃτήσατο τότε,
243 τὸν μὲν, ὅτι Δημήτριος ὁ παῖς αὐτοῦ συνήθης ἦν Ἀλεξάνδρῳ, Γέμελλον δὲ εὔνουν ἐπιστάμενος ἐκείνῳ· καὶ γὰρ ἐν ταῖς τροφαῖς κἀν τῇ παιδείᾳ παραγεγόνει καὶ τὴν ἐν τῇ Ῥώμῃ συνδιέτριβεν ἀποδημίαν. παρῃτήσατο δὲ καὶ τούτους ἡδέως μὲν ἂν καὶ χεῖρον, ὑπὸ δὲ τοῦ μὴ κατʼ ἀνδρῶν οὐκ ἀσήμων ἔχειν τὴν ἄχρι τοσούτων παρρησίαν τήν τε τιμὴν καὶ τὸ δύνασθαι κωλύειν ἁμαρτάνοντας παραιρούμενος
244 Ἦν δὲ τούτων ἁπάντων αἴτιος Ἀντίπατρος, ὃς ἐπειδὴ τὸ νενοσηκὸς τῆς τοῦ πατρὸς παρρησίας κατέμαθεν, ἔκπαλαι μὲν συνεδρεύων αὐτῷ προσέκειτο καὶ μᾶλλον ἐδόκει τι περαίνειν, τῶν ἀντέχειν δυναμένων ἕκαστος εἰ ὑπεξαιρεθείη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi