Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 16

306 τοιαῦτα μὲν ἐκεῖνος, ὡς εἰκός, ἐφʼ οἷς ἤλγει· τοὺς δὲ λόγους Εὐρυκλῆς Ἀντιπάτρῳ τούτους ἀνέφερεν, λέγων μὲν ὡς οὐχ ἕνεκα σοῦ τοῦτʼ αὐτὸν ποιεῖν, νικᾶσθαι δὲ ὑπὸ σοῦ τιμώμενος τῷ μεγέθει τοῦ πράγματος καὶ φυλάττεσθαι παρακελευόμενος τὸν Ἀλέξανδρον· οὐ γὰρ ἀπαθῶς τούτων ἕκαστον λέγειν, ἀλλὰ τοῖς ῥήμασιν αὐτοῖς εἶναι τὴν αὐτοχειρίαν.
307 Ἀντίπατρος μὲν οὖν εὔνουν ὑπολαμβάνων ἐκ τούτων μεγάλας αὐτῷ παρʼ ἕκαστα δωρεὰς ἐδίδου καὶ τέλος ἤδη πείθει πρὸς τὸν Ἡρώδην ἀναφέρειν τὸν λόγον.
308 ὁ δʼ οὐκ ἦν τὴν Ἀλεξάνδρου δύσνοιαν ἐξ ὧν ἔλεγεν ἀκηκοέναι διηγούμενος ἀπίθανος, ἀλλʼ οὕτω διέθηκε τὸν βασιλέα περιάγων ἀεὶ τοῖς ῥήμασι καὶ παροξύνων, ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. ἐδήλωσεν δὲ καὶ πρὸς αὐτὸν τὸν καιρόν·
309 εὐθὺς γὰρ Εὐρυκλεῖ δίδωσιν πεντήκοντα τάλαντα δωρεάν. ὁ δὲ ταῦτα λαβὼν καὶ πρὸς Ἀρχέλαον ἀναβὰς τὸν βασιλέα τῶν Καππαδόκων τὸν Ἀλέξανδρον ἐπῄνει καὶ χρήσιμος ἔλεγεν αὐτῷ πολλὰ πρὸς τὰς διαλλαγὰς τὰς πρὸς τὸν πατέρα γεγενῆσθαι.
310 χρηματισάμενος δὲ καὶ παρʼ ἐκείνου πρὶν καταφωραθῆναι τῆς κακοηθείας ἀπῄει. Εὐρυκλῆς μὲν οὖν οὐδὲ ἐν τῇ Λακεδαίμονι παυσάμενος εἶναι μοχθηρὸς ἐπὶ πολλοῖς ἀδικήμασιν ἀπεστερήθη τῆς πατρίδος.
311 Ὁ δὲ τῶν Ἰουδαίων βασιλεὺς οὐχ ὥσπερ πρότερον εἶχεν πρός τε τὸν Ἀλέξανδρον καὶ τὸν Ἀριστόβουλον ἀκούειν μόνον τὰς κατʼ αὐτῶν διαβολάς, ἀλλʼ ἤδη διὰ μίσους οἰκείου γεγενημένος αὐτὸς εἰ καὶ μὴ λέγοι τις ἐξειργάζετο,
312 παρατηρῶν ἕκαστα καὶ πυνθανόμενος καὶ πᾶσιν ἐνδιδοὺς τοῖς βουλομένοις, εἴ τις ἔχοι τι κατʼ ἐκείνων εἰπεῖν, Εὐάρατόν τε Κῷον Ἀλεξάνδρῳ συνειδέναι. καὶ τοῦτο μὲν οὖν καθʼ ἡδονὴν τὸ πάντων ἥδιστον Ἡρώδης ἐλάμβανεν.
313 Ἐπιγίνεται δὲ κατὰ τῶν νεανίσκων μεῖζόν τι σκευωρουμένης ἀεὶ τῆς κατʼ αὐτῶν διαβολῆς καὶ πᾶσιν, ὡς εἰπεῖν, ἄθλου τούτου προκειμένου λέγειν τι περὶ ἐκείνων δυσχερὲς πρὸς τῆς τοῦ βασιλεύοντος ἐδόκει σωτηρίας.
314 σωματοφύλακες ἦσαν Ἡρώδῃ δύο κατʼ ἰσχὺν καὶ μέγεθος τιμώμενοι Ἰούκουνδος καὶ Τύραννος. οὗτοι προσκρούσαντος αὐτοῖς τοῦ βασιλέως ἀπεωσμένοι περὶ Ἀλέξανδρον ἦσαν συνιππαζόμενοι καὶ κατὰ τὰ γυμνάσια τιμώμενοι καί τι χρυσίον καὶ δωρεὰς ἄλλας ἔλαβον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi