Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 16

376 ὡς ἀπόλοιτο μὲν ἡ ἀλήθεια, τὸ δὲ δίκαιον ἐκ τῶν ἀνθρώπων ἀνῃρημένον εἴη, κρατοίη δὲ τὰ ψεύσματα καὶ ἡ κακοήθεια καὶ τοσοῦτο νέφος ἐπάγοι τοῖς πράγμασιν, ὡς μηδὲ τὰ μέγιστα τῶν ἀνθρωπίνων παθῶν ὁρᾶσθαι τοῖς ἁμαρτάνουσιν.
377 τοιοῦτος ὢν ἐδόκει μὲν οὐκ ἀκινδύνως παρρησιάζεσθαι, τὸ δʼ εὔλογον ἐκίνει πάντας οὐκ ἀνάνδρως αὐτοῦ πρὸς τὸν καιρὸν ἱσταμένου.
378 διὸ καὶ πάνθʼ ἅπερ αὐτὸς ἕκαστος εἴποιεν ἡδέως ἤκουον ὑπʼ ἐκείνου λεγόμενα καὶ τὸ καθʼ αὑτοὺς ἀσφαλὲς ἐν τῷ σιγᾶν προορώμενοι τὴν ἐκείνου παρρησίαν ὅμως ἀπεδέχοντο· τὸ γὰρ προσδοκώμενον πάθος ἐβιάζετο πάνθʼ ὁντινοῦν ὑπὲρ αὐτοῦ λαλεῖν.
379 Ὁ δὲ καὶ πρὸς τὸν βασιλέα μετὰ πάσης παρρησίας ὠσάμενος μόνος μόνῳ λέγειν ἠξίου, καὶ συγχωρήσαντος οὐ δυνάμενος, εἶπεν, ὦ βασιλεῦ, διακαρτερεῖν ἐπὶ τοιούτῳ πάθει τὴν τολμηρὰν ταύτην παρρησίαν, ἀναγκαίαν δὲ σοὶ καὶ συμφέρουσαν, εἰ λάβοις τι χρήσιμον ἐξ αὐτῆς, προύκρινα τῆς ἐμῆς ἀσφαλείας.
380 ποῖ ποτε οἴχονταί σου καὶ πεπτώκασιν ἐκ τῆς ψυχῆς αἱ φρένες; ποῖ δὲ καὶ ὁ περιττὸς ἐκεῖνος νοῦς, ᾧ πολλὰ καὶ μεγάλα κατώρθους; τίς δὲ ἡ τῶν φίλων καὶ συγγενῶν ἐρημία;
381 κρίνω δὲ οὐδὲ παρόντας αὐτοὺς συγγενεῖς εἶναι ἢ φίλους, οἳ περιορῶσι τοιοῦτο μῦσος ἐπὶ τῇ μακαριζομένῃ ποτὲ βασιλείᾳ. σὺ δʼ οὐ σκέψει τί τὸ πραττόμενόν ἐστιν;
382 δύο νεανίσκους ἐκ βασιλίδος γυναικὸς γενομένους εἰς πᾶσαν ἀρετὴν ἄκρους ἀναιρήσεις σεαυτὸν ἐν γήρᾳ καταλιπὼν ἐφʼ ἑνὶ παιδὶ κακῶς οἰκονομήσαντι τὴν εἰς αὐτὸν ἐλπίδα καὶ συγγενέσιν, ὧν αὐτὸς τοσαυτάκις ἤδη κατέγνωκας θάνατον;
383 οὐκ ἐννοεῖς, ὅτι καὶ τῶν ὄχλων ἡ σιωπὴ τὴν αμογίαν ὅμως ὁρᾷ καὶ μισεῖ τὸ πάθος, ἥ τε στρατιὰ πᾶσα καὶ ταύτης οἱ πρωτεύοντες ἔλεον μὲν τῶν ἀτυχούντων, μῖσος δὲ τῶν ταῦτα διαπραττομένων ἐσχήκασιν;
384 ἤκουεν τούτων ὁ βασιλεὺς ἐν ἀρχῇ μὲν οὐ παντάπασιν ἀγνωμόνως, ἀλλὰ τί δεῖ καὶ λέγειν, διεκίνησεν αὐτὸν ἁψαμένου τοῦ Τίρωνος ἐναργῶς τοῦ τε πάθους καὶ τῆς περὶ τοὺς οἰκείους ἀπιστίας.
385 αὖθις δὲ ὁ μὲν ἐπεδίδου κατὰ μικρὸν ἀμέτρῳ καὶ στρατιωτικῇ χρώμενος παρρησίᾳ· τὸ γὰρ ἀπαίδευτον ὑπεξέπιπτε τοῦ καιροῦ, ταραχῆς δὲ Ἡρώδης ἐνεπίμπλατο,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi