Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 16

402 τὸ δʼ ἀποκτεῖναι ταχὺ καὶ πρὸς ἡδονὴν τοῦ νικῶντος αὐτὸν πάθους ἀσεβείας τεκμήριον ἀνυποτιμήτου καὶ τῆς ἡλικίας οὔσης ἐν γήρᾳ τοσοῦτον ἐξήμαρτεν.
403 ἥ γε μὴν παρολκὴ καὶ τὸ χρονίζον οὐκ ἂν αὐτῷ συγγνώμην τινὰ φέροι· ταχὺ μὲν γὰρ ἐκπλαγέντα καὶ κεκινημένον χωρῆσαι πρός τι τῶν ἀτόπων, εἰ καὶ δυσχερές, ἀλλʼ ἀεὶ συμβαῖνον, ἐν ἐπιστάσει δὲ καὶ μήκει πολλάκις μὲν ὁρμηθέντα πολλάκις δὲ μελλήσαντα τὸ τελευταῖον ὑποστῆναι καὶ διαπράξασθαι, φονώσης καὶ δυσμετακινήτου ψυχῆς ἀπὸ τῶν χειρόνων.
404 ἐδήλωσεν δὲ καὶ τοῖς αὖθις οὐκ ἀποσχόμενος οὐδὲ τῶν περιλοίπων ὅσους ἐδόκει φιλτάτους, ἐφʼ οἷς τὸ μὲν δίκαιον ἔλαττον ἐποίει συμπαθεῖσθαι τοὺς ἀπολλυμένους, τὸ δʼ ὠμὸν ὅμοιον ἦν τὸ μηδὲ ἐκείνων φεισάμενον. διέξιμεν δὲ ὑπὲρ αὐτῶν ἑξῆς ἀφηγούμενοι.
← Önceki 53 / 53

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi