Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 16

33 καίτοι γε εἴτε μεγάλων ἠξιώθησαν, ἔπαινός ἐστιν τῶν τετυχηκότων ὅτι τοσούτων παρέσχον αὑτοὺς ἀξίους, εἴτε μικρῶν, αἰσχρὸν μὴ καὶ ταῦτα βεβαιοῦν δεδωκότας.
34 οἵ γε μὴν ἐμποδὼν ὄντες καὶ πρὸς ἐπήρειαν χρώμενοι Ἰουδαίοις εὔδηλον ὡς ἄμφω ἀδικοῦσιν, τοὺς εἰληφότας, εἰ μὴ νομίζοιεν ἀγαθοὺς οἷς οἱ κρατοῦντες ἐμαρτύρησαν ἐν τῷ καὶ τοιαῦτα δεδωκέναι, καὶ τοὺς δεδωκότας, εἰ τὰς χάριτας αὐτῶν ἀβεβαίους ἀξιοῦσιν γενέσθαι.
35 εἰ δέ τις αὐτοὺς ἔροιτο δύο τούτων θάτερον ἐθέλοιεν ἂν ἀφαιρεθῆναι, τὸ ζῆν ἢ τὰ πάτρια ἔθη τὰς πομπὰς τὰς θυσίας τὰς ἑορτάς, ἃς τοῖς νομιζομένοις προσάγουσι θεοῖς, εὖ οἶδʼ, ὅτι πάντα μᾶλλον αἱρήσονται παθεῖν ἢ καταλῦσαί τι τῶν πατρίων·
36 καὶ γὰρ τοὺς πολέμους οἱ πολλοὶ διὰ ταῦτα αἱροῦνται φυλαττόμενοι μὴ παραβαίνειν αὐτά, καὶ τὴν εὐδαιμονίαν, ἣν νῦν τὸ σύμπαν τῶν ἀνθρώπων γένος διʼ ὑμᾶς ἔχει, τούτῳ μετροῦμεν τῷ ἐξεῖναι κατὰ χώραν ἑκάστοις τὰ οἰκεῖα τιμῶσιν αὔξειν καὶ διαζῆν.
37 τοῦτο μὲν οὖν οὐκ ἂν αὐτοὶ παθεῖν ἑλόμενοι βιάζονται δρᾶν κατʼ ἄλλων ὥσπερ οὐχ ὁμοίως ἀσεβοῦντες, εἴτε τῶν οἰκείων εἰς θεοὺς ὁσίων ἀμελοῖεν, εἴτε τὰ οἰκεῖα τισὶν ἀνοσίως καταλύοιεν.
38 τόδʼ ἕτερον δʼ ἤδη σκοπήσομεν· ἔστι τις δῆμος ἢ πόλις ἢ κοινὸν ἔθνος ἀνθρώπων, οἷς οὐ μέγιστον ἀγαθῶν πέφυκε προστασία τῆς ὑμετέρας ἀρχῆς καὶ τὸ Ῥωμαϊκὸν κράτος; ἐθέλοι δʼ ἄν τις ἀκύρους τὰς ἐντεῦθεν εἶναι χάριτας;
39 οὐδεὶς οὐδὲ μαινόμενος· οὐδὲ γὰρ εἰσὶν οἱ μὴ μετέχοντες αὐτῶν ἰδίᾳ καὶ κοινῇ. καὶ μὴν οἱ τινὰς ὧν ὑμεῖς ἔδοτε παραιρούμενοι βέβαιον οὐδʼ αὐτοῖς οὐδὲν ὧν διʼ ὑμᾶς ἔχουσιν ὑπολείπονται.
40 καίτοι τὰς μὲν τούτων χάριτας οὐδὲ μετρῆσαι δυνατόν ἐστιν· εἰ γὰρ ἐκλογίσαιντο τὴν πάλαι βασιλείαν καὶ τὴν νῦν ἀρχήν, πολλῶν ὄντων ὅσα πρὸς εὐδαιμονίαν αὐτοῖς ἐπέδωκεν, ἔτι κατὰ πάντων ἀρκεῖ τὸ μηκέτι δούλους ἀλλʼ ἐλευθέρους φαίνεσθαι.
41 τὰ δʼ ἡμέτερα καὶ λαμπρῶς πραττόντων οὐκ ἔστιν ἐπίφθονα· διʼ ὑμᾶς γὰρ καὶ μετὰ πάντων εὐτυχοῦμεν καὶ τούτου μόνου μετέχειν ἠξιώσαμεν, ἀκωλύτως τὴν πάτριον εὐσέβειαν διαφυλάττειν, ὃ καὶ καθʼ αὑτὸ δόξειεν οὐκ ἐπίφθονον καὶ πρὸς τῶν συγχωρούντων εἶναι·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi