Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

52 Ὑφορώμενος δὲ τὸν πατέρα καὶ δεδιώς, μὴ εἰς πλεῖον προχωροίη τὰ τοῦ μίσους ἐπʼ αὐτῷ, γράφει πρὸς τοὺς ἐν Ῥώμῃ φίλους κελεύων ἐπιστέλλειν Ἡρώδῃ πέμπειν ᾗ τάχος Ἀντίπατρον ὡς Καίσαρα.
53 οὗ γενομένου ἔπεμπεν Ἡρώδης Ἀντίπατρον δῶρα συμπέμψας ἀξιολογώτατα καὶ διαθήκην, ἐν ᾗ μετʼ αὐτὸν Ἀντίπατρον ἀπεδείκνυε βασιλέα, ἢ φθάντος τελευτῆσαι Ἡρώδην τὸν ἐκ τῆς τοῦ ἀρχιερέως θυγατρὸς υἱὸν αὐτῷ γεγενημένον.
54 συνεξορμᾷ δʼ Ἀντιπάτρῳ καὶ Σύλλαιος ὁ Ἄραψ μηδὲν ὧν προσέταξε Καῖσαρ διαπεπραγμένος, καὶ Ἀντίπατρος αὐτοῦ κατηγορεῖ ἐπὶ Καίσαρος περὶ ὧν πρότερον Νικόλαος. κατηγορεῖτο δὲ καὶ ὑπὸ Ἀρέτα Σύλλαιος, ὡς πολλοὺς ἀπεκτονὼς τῶν ἐν Πέτρᾳ ἀξιολόγων παρὰ γνώμην τὴν αὐτοῦ καὶ μάλιστα Σόαιμον ἄνδρα τῇ ἐς πάντα ἀρετῇ τιμᾶσθαι δικαιότατον, ἀνῃρηκέναι δὲ καὶ Φάβατον Καίσαρος δοῦλον.
55 καὶ Σύλλαιος αἰτίαν εἶχεν ἐκ τοιῶνδε ἐγκλημάτων· Κόρινθος ἦν Ἡρώδου σωματοφύλαξ τοῦ βασιλέως μάλιστα πιστευόμενος ὑπʼ αὐτοῦ. τοῦτον πείθει Σύλλαιος ἐπὶ χρήμασι μεγάλοις Ἡρώδην ἀποκτεῖναι, καὶ ὑπέσχετο. μαθὼν οὖν Φάβατος Συλλαίου πρὸς αὐτὸν εἰρηκότος διηγεῖται πρὸς τὸν βασιλέα.
56 ὁ δὲ τόν τε Κόρινθον βασανίζει συλλαβὼν καὶ πάντα ἀνάπυστα ἦν αὐτῷ. συλλαμβάνει δὲ καὶ δευτέρους Ἄραβας καταγορεύσει τῇ Κορίνθου πειθόμενος τὸν μὲν φύλαρχον ὄντα τὸν δὲ Συλλαίου φίλον.
57 οἳ καὐτοί, βασανίζει γὰρ αὐτοὺς ὁ βασιλεύς, ὡμολόγουν ὅτι παρεῖεν ἐξοτρύνοντες μὴ μαλακίζεσθαι Κόρινθον καὶ εἴ που δεήσειεν καὶ συγχειρουργήσοντες αὐτῷ τὸν φόνον. καὶ Σατορνῖνος δηλώσεως αὐτῷ πάντων ὑπὸ Ἡρώδου γενομένης εἰς Ῥώμην ἐξέπεμψεν αὐτούς.
58 Φερώραν δὲ ἰσχυρῶς ἐμμένοντα εὐνοίᾳ τῆς γυναικὸς ἀναχωρεῖν εἰς τὴν αὑτοῦ Ἡρώδης κελεύει. ὁ δὲ ἀσμένως ἐπὶ τὴν τετραρχίαν ἀπῆρεν, πολλὰ ὀμόσας οὐ πρότερον ἥξειν ἢ πύθοιτο Ἡρώδην τετελευτηκότα, ὥστε καὶ νοσήσαντος τοῦ βασιλέως ἀξιωθεὶς ἥκειν ἐπί τινων πίστεσιν ἐντολῶν, εἰ μέλλοι τελευτᾶν, οὐχ ὑπήκουσεν ἐπὶ τιμῇ τοῦ ὅρκου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi