Kitap 17
59
οὐ μὴν Ἡρώδης γε μιμεῖται τὸ ἐπὶ τοιοῖσδε ἐκείνου γνώμην προαποφηνάμενον ἣν ἔχει, ἀλλʼ ἧκεν ὡς τὸν Φερώραν, ἐπειδὴ ὕστερον ἄρχεται νοσεῖν, καὶ μετακλήσεως αὐτῷ μὴ γενομένης, θανόντα δὲ περιστείλας ἐπὶ Ἱεροσολύμων ἀγόμενος ταφῆς ἠξίου καὶ πένθος μέγα ἐπʼ αὐτῷ προέθετο.
60
τοῦτο Ἀντιπάτρῳ καίτοι γε ἐπὶ Ῥώμης πεπλευκότι κακῶν ἐγένετο ἀρχὴ τῆς ἀδελφοκτονίας αὐτὸν τινυμένου θεοῦ. διηγήσομαι δὲ τὸν πάντα περὶ αὐτοῦ λόγον παράδειγμα τῷ ἀνθρωπείῳ γενησόμενον τοῦ ἀρετῇ πολιτεύσοντος ἐπὶ πᾶσιν.
61
Ἐπειδὴ Φερώρας τελευτᾷ ταφνίται ἐγεγόνεισαν αὐτοῦ ἀπελεύθεροι δύο τῶν Φερώρᾳ τιμίων οὗτοι προσελθόντες Ἡρώδῃ ἠξίουν μὴ ἀνεκδίκητον καταλιπεῖν τοῦ ἀδελφοῦ τὸν νεκρόν, ἀλλὰ ζήτησιν ποιεῖσθαι τῆς ἀλόγου τε καὶ δυστυχοῦς μεταστάσεως.
62
τοῦ δʼ ἐπιστραφέντος τοῖς λόγοις, πιστὰ γὰρ ἐδόκει, δειπνῆσαι μὲν αὐτὸν ἔλεγον παρὰ τῇ γυναικὶ τῇ προτέρᾳ τῆς νόσου, φάρμακον δὲ προσκομισθὲν ἐν βρώματι μὴ πρότερον εἰωθότι ἐμφαγόντα ὑπὸ τούτου τελευτῆσαι· κομιστὸν μέντοι γενέσθαι τὸ φάρμακον ὑπὸ γυναικὸς ἐκ τῆς Ἀραβίας λόγῳ μὲν ἐπὶ προσποιήσεσιν ἐρώτων, φίλτρον γὰρ δὴ ὄνομα αὐτῷ εἶναι, τὸ δʼ ἀληθὲς ἐπὶ τῇ Φερώρου τελευτῇ.
63
φαρμακιστόταται δέ εἰσι γυναικῶν αἱ ἐκ τῆς Ἀραβίας· ᾗ δὲ ταῦτα ἐπεκάλουν καὶ τῆς Συλλαίου ἐρωμένης ἐν ταῖς μάλιστα ὡμολόγητο εἶναι φίλη, πείσουσαί τε αὐτὴν ἐπὶ πράσει τοῦ φαρμάκου εἰς τοὺς τόπους ἐληλύθεσαν ἥ τε μήτηρ τῆς τοῦ Φερώρου γυναικὸς καὶ ἡ ἀδελφὴ καὶ ἐπανῆκον αὐτὴν ἀγόμεναι τοῦ δείπνου πρότερον ἡμέρᾳ μιᾷ.
64
ὑπὸ τούτων ὁ βασιλεὺς τῶν λόγων παροξυνθεὶς δούλας τε ἐβασάνιζε τῶν γυναικῶν καί τινας καὶ ἐλευθέρας, καὶ ὄντος ἀφανοῦς τοῦ πράγματος διὰ τὸ μηδεμίαν ἐξειπεῖν τελευταία τις περιουσῶν αὐτῆς τῶν ἀλγηδόνων ἄλλο μὲν ἔφη οὐδέν, θεὸν δʼ ἐπικαλεῖσθαι τοιαῖσδε αἰκίαις δώσειν περιβαλεῖν τὴν Ἀντιπάτρου μητέρα κακῶν τῶν ἐπεχόντων αἰτίαν πᾶσιν γενομένην.