Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

86 περὶ δὲ Κελένδεριν τῆς Κιλικίας γενόμενος ἐνεδοίαζεν ἤδη περὶ τοῦ οἴκαδε πλοῦ δεινῶς τῇ ἐκβολῇ τῆς μητρὸς λελυπημένος, καὶ τῶν φίλων οἱ μὲν ἐκέλευον αὐτὸν ταῦτά πῃ καραδοκοῦντα ἀνέχειν, οἱ δὲ μὴ διαμέλλειν τὸν οἴκαδε πλοῦν· λύσειν γὰρ παραγενόμενον αἰτίαν πᾶσαν, ὡς καὶ νῦν οὔτι ἑτέρωθεν, ἀλλὰ διὰ τὴν ἐκείνου ἀπουσίαν ἰσχὺν τοῖς κατηγόροις ὑπογενέσθαι.
87 τούτοις πεισθεὶς ἔπλει τε καὶ προσέσχε τῷ Σεβαστῷ λιμένι λεγομένῳ, ὃν κατασκευάσας Ἡρώδης πολλῶν χρημάτων ἐπὶ τιμῇ τῇ Καίσαρος καλεῖ Σεβαστόν.
88 ἐν προύπτοις δʼ ἦν Ἀντίπατρος ἤδη τοῖς κακοῖς μήτε προσιόντος αὐτῷ μηδενὸς μήτε προσαγορεύοντος ὥσπερ ὅτʼ ἐξῄει μετʼ εὐχῶν καὶ ἀγαθῶν ἐπιφημισμάτων ταῖς ἐναντιωτάταις ἀραῖς οὐκ ἐκωλύοντο αὐτὸν δέχεσθαι ποινὴν τοῖς ἀδελφοῖς ἀποτίνειν ὑπειληφότες.
89 Ἐτύγχανεν δʼ ἐν Ἱεροσολύμοις κατὰ τοῦτον τὸν καιρὸν Οὔαρος Κοϊντίλιος, διάδοχος μὲν Σατορνίνῳ τῆς ἐν Συρίᾳ ἀρχῆς ἀπεσταλμένος, ἥκων δὲ αὐτός τε σύμβουλος Ἡρώδῃ περὶ τῶν ἐνεστηκότων αὐτῷ δεηθέντι.
90 καὶ αὐτῶν συνεδρευόντων παρῆν ὁ Ἀντίπατρος οὐδενὸς αὐτῷ ἐκπύστου γεγονότος. εἴσεισιν δὲ εἰς τὸ βασίλειον ἔτι πορφυρίδας ἀμπεχόμενος, καὶ αὐτὸν μὲν δέχονται οἱ ἐπὶ θύραις, ἀνείργουσι δὲ τοὺς φίλους.
91 ἐθορυβεῖτο δὲ ἤδη σαφῶς οἷ ἐληλύθει κατανοῶν, ἐπειδὴ καὶ ὁ πατὴρ προσιόντα αὐτὸν ὡς ἀσπάσαιτο ἀπεώσατο, ἀδελφοκτονίαν τε ἐπικαλῶν καὶ βούλευσιν ὀλέθρου τοῦ ἐπʼ αὐτῷ, πάντων τε ἀκροατὴν καὶ δικαστὴν ἔσεσθαι Οὔαρον τῇ αὔριον.
92 καὶ ὁ μὲν τοιούτου κακοῦ ἅμα τε ἀκροαθέντος καὶ παρόντος τῷ μεγέθει περιφερόμενος ᾤχετο, ὑπαντιάζουσιν δʼ αὐτὸν ἥ τε μήτηρ καὶ γυνή, αὕτη δὲ ἦν ήδη Ἀντιγόνῳ παῖς τῷ πρὸ Ἡρώδου Ἰουδαίων βεβασιλευκότι, παρʼ ὧν τὰ πάντα ἐκμαθὼν ἐν παρασκευαῖς τοῦ ἀγῶνος ἦν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi