Kitap 17
112
βουλόμενος σοὶ τὴν ἐπιβουλὴν τῆς πατροκτονίας κερδαίνεσθαι καταμόνας καὶ δυοῖν ἀγώνοιν εὐφροσύνην καρπούμενος τρόπου τοῦ σοῦ ἀξίαν, φανεροῦ μὲν τοῦ κατὰ τῶν ἀδελφῶν, ᾧ καὶ ἠγάλλου ὡς ἐπὶ τοῖς μεγίστοις, καὶ ἦν ἄξιον οὕτως φρονεῖν,
113
εἰ δὲ μήγε σὺ χείρων ἦς, κρυπτοῦ δέ, ὃν κατὰ τοῦ πατρὸς συντιθεὶς ἐκείνους μὲν οὐχ ὡς τῷ πατρὶ ἐπιβεβουλευκότας μισῶν, οὐ γὰρ ἂν ἐξώκειλας αὐτοῖς ἐπὶ πρᾶξιν παραπλησίαν, ἀλλʼ ὡς διαδόχους τῆς ἡγεμονίας σου δικαιότερον ἂν γενομένους, τὸν δὲ πατέρα ἐπισφάζειν τοῖς ἀδελφοῖς,
114
ἵνα θᾶσσον ὡς ἐκείνων τε ἐπικαταψεύσαιο μὴ ἐλεγχθῇς καὶ ὧν αὐτὸς δίκας παρασχεῖν ἄξιος γένοιο ταύτην παρὰ τοῦ δυστυχοῦς εἰσπράξαιο πατρός, ἐπινοῶν πατροκτονίαν οὐ κοινήν, ἀλλʼ οἵαν μέχρι νῦν οὐχ ἱστόρησεν ὁ βίος.
115
οὐχ υἱὸς γὰρ μόνον πατρὶ ἐπεβούλευες, ἀλλὰ καὶ φιλοῦντι καὶ εὐεργετηκότι, κοινωνὸς τῆς βασιλείας ὢν τοῖς ἔργοις καὶ διάδοχος προφανθεὶς καὶ τὴν μὲν ἡδονὴν τῆς ἐξουσίας ἤδη προλαμβάνειν μὴ ἐπικεκωλυμένος, ἐλπίδα δὲ τὴν εἰσαῦθις γνώμῃ τοῦ πατρὸς καὶ γράμμασιν προησφαλισμένος.
116
ἀλλʼ οὐκ ἄρα τῇ Ἡρώδου ἀρετῇ τὰ πράγματα, γνώμῃ δὲ καὶ πονηρίᾳ ἔκρινες τῇ σεαυτοῦ, βουλόμενος τοῦ πάντων σοι ὑπακούσαντος πατρὸς καὶ τὸ μέρος ἀφαιρεῖσθαι καὶ ὃν προσεποιοῦ τοῖς λόγοις σώζειν τοῖς ἔργοις τοῦτον ἀφανίσαι ζητῶν,
117
καὶ μὴ μόνον αὐτὸς πονηρὸς καθιστάμενος, ἀλλὰ καὶ τὴν μητέρα ὧν ἐπενόεις πιμπλὰς καὶ στασιοποιῶν τὴν εὔνοιαν τοῖς ἀδελφοῖς καὶ τολμῶν θηρίον ἀποκαλεῖν τὸν πατέρα, παντὸς ἑρπετοῦ χαλεπωτέραν τὴν διάνοιαν κατεσκευασμένος, ᾗ τὸν ἐκείνων ἰὸν ἐπὶ τοὺς συγγενεστάτους καὶ τοὺς ἐπὶ τοσούτοις εὐεργέτας παρεκάλεις ἐπὶ συμμαχίαις φυλάκων καὶ τέχναις ἀνδρῶν καὶ γυναικῶν φρασσόμενος κατὰ τοῦ γέροντος, ὥσπερ οὐκ ἀρκούσης τῆς διανοίας μῖσος τὸ ὑποικουροῦν παραστῆσαι.
118
καὶ νῦν ἐλήλυθας μετὰ βασάνους ἐλευθέρων οἰκετῶν ἀνδράσι γυναιξὶν διὰ σὲ γεγονυίας μηνύσεις τῶν συνωμοτῶν ἀντιλογεῖν τῇ ἀληθείᾳ σπεύδων, καὶ μονονουχὶ τὸν πατέρα ἀναιρεῖν μεμελετηκὼς ἐκ τοῦ ἀνθρωπείου, ἀλλʼ ἤδη καὶ νόμον τὸν κατὰ σοῦ γεγραμμένον καὶ τὴν ἀρετὴν τὴν Οὐάρου καὶ τοῦ δικαίου τὴν φύσιν,