Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

arg πρεσβεία πεμφθεῖσα ὑπὸ Ἡρώδου πρὸς Καίσαρα περὶ Ἀντιπάτρου. καὶ ὡς Καῖσαρ ἀκούσας τὰς κατηγορίας κατέγνω αὐτοῦ θάνατον.
arg περὶ τῆς Ἡρώδου νόσου καὶ στάσεως τῶν Ἰουδαίων δι' αὐτήν, καὶ κόλασις τῶν στασιαστῶν.
arg ὡς δόξαντος Ἀντιπάτρου Ἡρώδην τετελευτηκέναι Ἀντίπατρος διαλεχθείη τῷ σωματοφύλακι περὶ ἀφέσεως, καὶ διὰ ταῦτα Ἀντιπάτρου ἀναίρεσις.
arg Ἡρώδου τελευτὴ καὶ διαθήκη τοῦ αὐτοῦ πρὸς Καίσαρα καὶ μερισμὸς πρὸς τοὺς τρεῖς υἱοὺς αὐτοῦ. καὶ ὡς Ἀρχέλαον βασιλέα ποιεῖ τῆς Ἰουδαίας.
arg ἐπιστολὴ Ἡρώδου πρὸς τὸν στρατὸν καὶ ἑκάστῳ αὐτῶν δωρεὰ καὶ παράκλησις πίστεως πρὸς τὸν υἱὸν αὐτοῦ Ἀρχέλαον.
arg ταφὴ Ἡρώδου ἐν Ἡρωδίῳ τῷ φρουρίῳ. καὶ ὡς ὁ λαὸς ἐστασίασεν πρὸς τὸν υἱὸν αὐτοῦ Ἀρχέλαον ἐν τῇ ἑορτῇ.
arg ὡς Ἀρχέλαος τρισχιλίους αὐτῶν ἀνεῖλεν, αὐτὸς δὲ ἔπλευσε πρὸς Καίσαρα σὺν τῷ ἀδελφῷ αὐτοῦ Ἡρώδῃ εἰς Ῥώμην πιστεύσας τὴν βασιλείαν αὐτοῦ τῷ ἀδελφῷ Φιλίππῳ.
arg ὡς Σαβῖνος ὁ ἐν τῇ Συρίᾳ Καίσαρος ἐπίτροπος ἀνέβη εἰς Ἱεροσόλυμα βίᾳ αἰτῶν τὰ Ἡρώδου χρήματα καὶ φρούρια παρὰ τῶν Ἀρχελάου ἐπιμελητῶν.
arg ὡς ἔπεισαν οἱ τοῦ Ἀρχελάου ἐπιμεληταὶ τὸν λαὸν χωρεῖν ἐπὶ ὅπλα καὶ πολιορκῆσαι τὸν Σαβῖνον καὶ τὸν στρατὸν ἐν τῇ Ἀντωνίᾳ. καὶ ὡς ταῦτα ἀκούσας ὁ Οὔαρος μετὰ μεγάλης δυνάμεως ἀνέβη εἰς Ἱεροσόλυμα καὶ ῥυσάμενος τὸν Σαβῖνον ἐκ τῆς πολιορκίας τοὺς αἰτίους τῆς στάσεως ἐκόλασεν καὶ καλῶς διαθεὶς τὰ ἐν τῇ Ἰουδαίᾳ ἔγραψε Καίσαρι δηλῶν αὐτῷ τὰ πραχθέντα.
arg ὡς Καῖσαρ τὰς Ἡρώδου διαθήκας βεβαίας ἐποίησεν φυλάξας τοῖς υἱοῖς αὐτοῦ τὴν διαδοχήν. καὶ ὡς κατηγορεῖται Ἀρχέλαος ὑπὸ τῶν συγγενῶν αὐτοῦ ἐπὶ Καίσαρος καὶ νικήσας ἔλαβεν τὴν βασιλείαν, καὶ βασιλεύσας μοχθηρῶς δεκαετίαν πάλιν κατηγορηθεὶς ἐξωρίσθη εἰς Βίενναν, τὴν δὲ βασιλείαν αὐτοῦ μετέθηκεν Καῖσαρ εἰς ἐπαρχίαν.
arg περιέχει ἡ βίβλος χρόνον ἐτῶν ιδ.
1 Ἀντιπάτρῳ δὲ ἀραμένῳ τοὺς ἀδελφοὺς ἀσεβείᾳ τε τῇ ὑστάτῃ καὶ ἀλαστορίᾳ τῇ ἐπʼ αὐτοῖς τὸν πατέρα περιβεβληκότι οὔτι κατὰ γνώμας ἡ ἐλπὶς τοῦ αὖθις βίου ἦν· ἀπαλλαγεὶς γὰρ φόβου τοῦ ἐπὶ τῇ ἀρχῇ διὰ τὸ τῶν ἀδελφῶν μὴ ἐπικοινωνῆσον, ἐργωδέστερον καὶ ἄπορον αὐτῷ εὕρισκεν τὸ τῆς βασιλείας περιγενέσθαι· τοσόνδʼ ἐφύη τῷ ἔθνει μῖσος πρὸς αὐτόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi