Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

125 πολύτροποί τε κακιῶν ἀποδείξεις ἦσαν οὐδαμόθεν ψεύδους αἰτίαν ἐγκαλεῖσθαι δυνάμεναι διὰ τὸ μήτʼ εὐνοίᾳ τῇ πρὸς Ἡρώδην λέγειν τοὺς πολλοὺς μήτε ὑποψίᾳ κινδύνων σιγῆς ἐφʼ οἷς ἔχοιεν εἰπεῖν ἐγκαλουμένης, ἀλλὰ τῷ πονηρά τε ἡγεῖσθαι τὰ πράγματα, καὶ τὸν Ἀντίπατρον οὐκ ἀσφαλείᾳ τῇ Ἡρώδου, πονηρίᾳ δὲ τῇ αὐτοῦ πάσης ἄξιον τιμωρίας.
126 πολλά τε ἦν καὶ παρὰ πολλῶν οἷς μὴ παρήγγελτο εἰπεῖν ἀγορευόμενα, ὥστε τὸν Ἀντίπατρον καίπερ ἐπὶ πλεῖστον πάντα δεινότατον ὄντα ψεύσασθαι καὶ ἀπερυθριάσαι μηδὲ ὅσον ἀπὸ φωνῆς ἐπʼ ἀντιλέξει τὴν ἰσχὺν εἰσφέρεσθαι.
127 Νικολάου τε παυσαμένου τῶν τε λόγων καὶ τῶν ἐλέγχων Οὔαρος ἐκέλευσεν Ἀντίπατρον ἐπʼ ἀπολογίᾳ τῶν ἐγκλημάτων χωρεῖν, εἴ τινες αὐτῷ παρασκευαὶ τοῦ μὴ ἐνόχῳ τοῖς ἐπιφερομένοις εἶναι, καὶ γὰρ αὐτὸς εὔχεσθαι τὸν πατέρα εἰδέναι τῶν ὁμοίων εὐχόμενον μηδὲν αὐτὸν ἀδικοῦντα φωρᾶν.
128 ὁ δʼ ἐπὶ στόμα ἔκειτο ἀνατετραμμένος τε τῷ θεῷ καὶ πᾶσι προτιθεὶς τὸ ἐπιμαρτυρῆσον αὐτῷ μηδὲν ἀδικεῖν, ἢ τεκμηρίοις ἐμφανέσι παραστῆσαι μὴ οὐκ ἐπίβουλον αὐτὸν τοῦ πατρὸς γεγονέναι,
129 εἰωθότες μὲν καὶ πάντες οἷς ἐπιλείπει ἀρετῆς, ὁπότε μὲν ἐγχειρηταί τινα κακῶν εἶεν τοῦ θείου τὸ πᾶσιν παρατυγχάνειν ἀφορίσαντες γνώμῃ τῇ αὐτῶν ἐπὶ τὰ ἔργα χωρεῖν, ὁπότε δὲ φωρώμενοι κινδυνεύοιεν δίκην ὑποσχεῖν, κατʼ ἐπίκλησιν αὐτοῦ μαρτυρῶν τὰ πάντα ἐκτρέπειν.
130 ὃ δὴ καὶ τῷ Ἀντιπάτρῳ συμβεβήκει· τὰ πάντα γὰρ ὡς ἐν ἐρημίᾳ τοῦ θείου διαπεπραγμένος, κατειργούσης αὐτὸν πανταχόθεν τῆς δίκης ἀπορίᾳ τῶν ἀλλαχόθεν δικαιωμάτων, οἷς ἀπολύσαιτο τὰ ἐγκεκλημένα, αὖθις ἐνεπαροίνει τῇ ἀρετῇ τοῦ θείου, μαρτυρίαν ἐπισκήπτων αὐτῷ περὶ ἰσχύι τῇ ἐκείνου περιτο ἕως εἰς μέσους παραγαγόντος ὁπόσα ἐπὶ τῷ πατρὶ πράσσειν τολμᾶν οὐκ ἐνέλιπεν.
131 Ὁ δὲ Οὔαρος ἐπειδὴ πολλάκις ἀνακρίνων τὸν Ἀντίπατρον οὐδὲν εὑρίσκετο πλέον τῆς ἀνακλήσεως τοῦ θεοῦ, ὁρῶν ἀπέραντον ὂν τὸ γινόμενον ἐκέλευσε τὸ φάρμακον εἰς μέσους ἐνεγκεῖν, ἵνʼ εἰδῇ τὴν περιοῦσαν αὐτῷ δύναμιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi