Kitap 17
139
τὰ δὲ γεγραμμένα ἦν τοιάδε· Ἀκμὴ βασιλεῖ Ἡρώδῃ. ἐγὼ ἔργον ποιουμένη μηδέν σε λανθάνειν τῶν κατὰ σοῦ γινομένων, εὑροῦσα ἐπιστολὴν Σαλώμης πρὸς τὴν ἐμὴν κυρίαν κατὰ σοῦ γεγραμμένην ἐπικινδύνως ἐμαυτῇ σοὶ δὲ ὠφελίμως ἐξεγραψάμην καὶ ἀπέστειλά σοι. ταύτην δὲ ἐκείνη ἔγραψεν γήμασθαι θέλουσα Συλλαίῳ. κατάσχισον οὖν τὴν ἐπιστολήν, ἵνα μὴ κἀγὼ τῷ ζῆν κινδυνεύσω.
140
πρὸς δὲ αὐτὸν ἐγέγραπτο Ἀντίπατρον διασαφούσης, ὅτι διακονουμένη κελεύσματι τῷ ἐκείνου αὐτή τε γράψειε πρὸς Ἡρώδην, ὡς Σαλώμης ἐπιβούλως αὐτῷ πράσσειν ἐπειγομένης τὰ πάντα, καὶ ἀντίγραφον τῆς ὡς πρὸς δέσποιναν τὴν αὐτῆς πεμφθείσης ἐπιστολῆς ὑπὸ Σαλώμης ἀποπέμψειεν αὐτῷ.
141
ἦν δὲ ἡ Ἀκμὴ Ἰουδαία μὲν τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικὶ καὶ ἔπρασσε ταῦτα φιλίᾳ τῇ Ἀντιπάτρου ὠνηθεῖσα ὑπʼ αὐτοῦ μεγάλῃ δόσει χρημάτων συγκακουργεῖν κατά τε τοῦ πατρὸς καὶ κατὰ τῆς τηθίδος.
142
Ἡρώδης δὲ ἐκπλαγεὶς μεγέθει τῆς Ἀντιπάτρου κακίας ὥρμησεν μὲν καὶ παραχρῆμα αὐτὸν ἀνελεῖν ὡς κύκηθρον μεγάλων γεγονότα πραγμάτων καὶ μὴ μόνον αὐτῷ ἀλλὰ καὶ τῇ ἀδελφῇ ἐπιβεβουλευκότα καὶ τοῦ Καίσαρος διεφθαρκότα τὴν οἰκίαν, ἐξώτρυνεν δʼ αὐτὸν καὶ ἡ Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν κελεύουσα, εἴ τινος ἐπὶ τοιοῖσδε πίστεως αἰτίαν ἀξιόχρεων οἵα τε παρασχεῖν γένοιτο.
143
Ἡρώδης δὲ μεταπέμψας ἀνέκρινεν τὸν υἱὸν κελεύων εἴ τι ἀντειπεῖν ἔχοι λέγειν μηδὲν ὑπιδόμενον, ἐπεὶ δὲ ἀχανὴς ἦν, ἤρετο αὐτόν, ἐπειδὴ τὰ πάντα πανταχοῦ πεφώραται πονηρὸς ὤν, τοὺς γοῦν συγκακουργήσαντας αὐτῷ τὰ πράγματα μὴ μελλῆσαι κατειπεῖν.
144
ὁ δὲ Ἀντιφίλῳ τὴν πάντων αἰτίαν ἀνετίθει, ἕτερον δʼ οὐδένα προυτίθει. Ἡρώδης δὲ περιαλγῶν ὥρμησεν μὲν πέμπειν ἐπὶ Ῥώμης τὸν υἱὸν ὡς Καίσαρα λόγον ὑφέξοντα τῶν ἐπὶ τοῖσδε βουλευμάτων,
145
ἔπειτα δείσας, μὴ καὶ βοηθείᾳ φίλων εὑρίσκοιτο τοῦ κινδύνου διαφυγάς, αὐτὸν μὲν δέσμιον ὡς καὶ πρότερον ἐφύλασσεν, αὖθις δὲ πρέσβεις ἐξέπεμπε καὶ γράμματα ἐπὶ κατηγορίᾳ τοῦ υἱέος ὁπόσα τε Ἀκμὴ συγκακουργήσειεν αὐτῷ καὶ ἀντίγραφα τῶν ἐπιστολῶν.