Kitap 17
146
Καὶ οἱ μὲν πρέσβεις ἐπὶ τῆς Ῥώμης ἠπείγοντο ὁπόσα τε ἀνακρινομένους δεήσοι λέγειν προσεκδιδαχθέντες καὶ τὰ γράμματα φέροντες· εἰς νόσον δὲ ὁ βασιλεὺς ἐμπεσὼν διαθήκας γράφει τῷ νεωτάτῳ τῶν υἱῶν τὴν βασιλείαν διδοὺς μίσει τῷ τε πρὸς τὸν Ἀρχέλαον καὶ Φίλιππον ἐκ τῶν Ἀντιπάτρου διαβολῶν, Καίσαρί τε ταλάντων χιλίων καὶ γυναικὶ Ἰουλίᾳ τῇ Καίσαρος καὶ τέκνοις καὶ φίλοις καὶ ἀπελευθέροις Καίσαρος πεντακοσίων.
147
ἔνεμε δὲ καὶ τοῖς υἱέσιν χρήματα καὶ προσόδους καὶ ἀγροὺς καὶ υἱέσι τοῖς ἐκείνων, Σαλώμην δὲ ἐπὶ μέγα ἐπλούτιζεν τὴν ἀδελφὴν εὔνουν τε αὐτῷ ἐπὶ πᾶσιν διαμεμενηκυῖαν καὶ μηδαμόθι θρασυνομένην κακουργεῖν.
148
ἀπεγνωκὼς δὲ περιοίσειν, καὶ γὰρ περὶ ἔτος ἑβδομηκοστὸν ἦν, ἐξηγρίωσεν ἀκράτῳ τῇ ὀργῇ καὶ πικρίᾳ εἰς πάντα χρώμενος· αἴτιον δὲ ἦν δόξα τοῦ καταφρονεῖσθαι καὶ ἡδονῇ τὰς τύχας αὐτοῦ τὸ ἔθνος φέρειν· ἄλλως τʼ ἐπειδή τινες τῶν δημοτικωτέρων ἀνθρώπων καὶ ἐπανέστησαν αὐτῷ διὰ τοιαύτην αἰτίαν.
149
Ἦν Ἰούδας ὁ Σαριφαίου καὶ Ματθίας ὁ Μεργαλώθου Ἰουδαίων λογιώτατοι καὶ παρʼ οὕστινας ἐξηγηταὶ τῶν πατρίων νόμων, ἄνδρες καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν τοῦ νεωτέρου· ὁσημέραι γὰρ διημέρευον αὐτοῖς πάντες οἷς προσποίησις ἀρετῆς ἐπετετήδευτο.
150
οἵ τε πυνθανόμενοι τοῦ βασιλέως τὴν νόσον θεραπεύειν ἄπορον οὖσαν ἐξῆραν τὸ νεώτερον, ὥστε ὁπόσα παρὰ νόμον τοῦ πατρίου κατεσκεύαστο ἔργα ὑπὸ τοῦ βασιλέως ταῦτα καθελόντες εὐσεβείας ἀγωνίσματα παρὰ τῶν νόμων φέρεσθαι· καὶ γὰρ δὴ διὰ τὴν τόλμαν αὐτῶν παρʼ ὃ διηγόρευεν ὁ νόμος τῆς ποιήσεως τά τε ἄλλα αὐτῷ συντυχεῖν, οἷς παρὰ τὸ εἰωθὸς τοῦ ἀνθρώπου διετρίβη, καὶ δὴ καὶ τὴν νόσον.
151
ἦν γὰρ τῷ Ἡρώδῃ τινὰ πραγματευθέντα παρὰ τὸν νόμον, ἃ δὴ ἐπεκάλουν οἱ περὶ τὸν Ἰούδαν καὶ Ματθίαν. κατεσκευάκει δὲ ὁ βασιλεὺς ὑπὲρ τοῦ μεγάλου πυλῶνος τοῦ ναοῦ ἀνάθημα καὶ λίαν πολυτελές, ἀετὸν χρύσεον μέγαν· κωλύει δὲ ὁ νόμος εἰκόνων τε ἀναστάσεις ἐπινοεῖν καί τινων ζῴων ἀναθέσεις ἐπιτηδεύεσθαι τοῖς βιοῦν κατʼ αὐτὸν προῃρημένοις.