Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

2 ὄντος δὲ αὐτῷ καὶ τοῦδε χαλεποῦ πλειόνως παρελύπει τὸ στρατιωτικὸν ἀλλοτρίως ἔχον τῇ γνώμῃ πρὸς αὐτόν, εἰς οὓς τὰ πάντα ἦν τοῖς βασιλεῦσιν ἀνακείμενα τοῦ οἰκείου ἀσφαλοῦς, ὁπότε τύχοι τὸ ἔθνος νεωτέρων ὀριγνώμενον πραγμάτων· τοσόνδε κίνδυνον ἐμνήστευσεν αὐτῷ ὁ ὄλεθρος τῶν ἀδελφῶν.
3 οὐ μὴν ἀλλὰ καὶ συνῆρχέν γε τῷ πατρὶ οὐδὲν ἄλλο ἢ ὡς βασιλεὺς ὢν καὶ ἐπιστεύετο παρʼ αὐτῷ μειζόνως, ἐξ ὧν ἀπολωλέναι καλῶς εἶχεν εὐνοίας βεβαιώματα εὑρημένος, ὡς ἐπʼ ἀσφαλείᾳ σωτηρίας τῆς Ἡρώδου τοὺς ἀδελφοὺς ἐνδεδειχώς, ἀλλʼ οὐκ ἔχθρᾳ τῇ πρὸς ἐκείνους καὶ πρὸ αὐτῶν πρὸς τὸν πατέρα τοιαίδε αὐτὸν περιεσπένδον ἀραί.
4 ἅπερ δὴ πάντα μηχαναὶ τῆς ἐπὶ τὸν Ἡρώδην ὁδοῦ ἵσταντο Ἀντιπάτρῳ, ἐρημοῦντι αὐτὸν μὲν κατηγόρων ἐφʼ οἷς πράττειν διενοεῖτο, Ἡρώδην δὲ καταφυγῆς οἳ βοηθοῖεν αὐτῷ τοῦ Ἀντιπάτρου φανερῶς πολεμίου καταστάντος·
5 ὥστε μίσει μὲν τῷ πρὸς τὸν πατέρα ἔπρασσεν τὴν ἐπιβουλὴν τῶν ἀδελφῶν, τὸ δὲ ἥπτετο μειζόνως τοῦ ἐγχειρῶν μὴ ἀφίεσθαι τῆς πράξεως· ἀποθνήσκοντος μὲν γὰρ Ἡρώδου, βεβαίως αὐτῷ περιγενομένης τῆς ἀρχῆς, ἐξικνουμένου δὲ εἰς τὸ πλέον ἔτι ζῆν, κινδύνων ἀντιπεριστάντων ἐξαγγέλτου γενομένης τῆς πράξεως, ἧς συνθέτης γεγονὼς πολέμιον ἠνάγκαζε τὸν πατέρα καταστῆναι.
6 καὶ διὰ τοῦ χαρίζεσθαι πολυτελὴς ἦν τοὺς περὶ τὸν πατέρα, κέρδεσι μεγάλοις ἐκπλήσσων τὸ τῶν ἀνθρώπων μῖσος πρὸς αὐτὸν καὶ μάλιστα τοὺς ἐπὶ Ῥώμης φίλους πομπαῖς μεγάλων δωρεῶν εὔνους καθιστάμενος, πρὸ πάντων δὲ Σατορνῖνον τὸν τῆς Συρίας ἐπιμελητήν.
7 ὑπάξεσθαί τε ἦν ἐλπὶς αὐτῷ καὶ τὸν Σατορνίνου ἀδελφὸν μεγέθει δώρων, ἃ ἐδίδου, καὶ τὴν ἀδελφὴν τοῦ βασιλέως ἀνδρὶ πρώτῳ τῶν περὶ τὸν Ἡρώδην συνοικοῦσαν τῷ αὐτῷ τρόπῳ χρώμενος. ψευσάμενός τε φιλίαν πρὸς τοὺς ὁμιλοῦντας δεινότατός τις ἦν πεπιστεῦσθαι καὶ μῖσος ἀράμενος ἐφʼ οὕστινας ἐπικρύψασθαι συνετώτατος.
8 οὐ μὴν ἠπάτα γε τὴν τηθίδα προκατανενοηκυῖαν ἐκ πλείονος αὐτὸν καὶ μηκέθʼ οἷαν οὖσαν παραλογισθῆναι καὶ διὰ τὸ ἤδη παρασκευῇ τῇ πάσῃ ἀντιτετάχθαι αὐτοῦ πρὸς τὸ κακότροπον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi