Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

201 ὁ δὲ ἐπὶ ὑψηλὸν βῆμα πεποιημένον ἀνελθὼν καὶ ἱδρυθεὶς εἰς θρόνον χρυσοῦν πεποιημένον ἀντεδεξιοῦτο τοὺς ὁμίλους χάρματι τῶν εὐφημιῶν τὴν εὔνοιαν αὐτῶν ἡδονῇ φέρων, χάριν τε ὡμολόγει, διότι μηδὲν αὐτῷ μνησικακοῖεν ἀνθʼ ὧν ὁ πατὴρ εἰς αὐτοὺς ὑβρίσειεν καὶ πειράσεσθαι μὴ ἐλλείψειν ἀμειβόμενον τὸ πρόθυμον αὐτῶν.
202 ἄρτι μέντοι φειδὼ ποιεῖσθαι τοῦ βασιλείου ὀνόματος, τετιμῆσθαι γὰρ αὐτὸν τῇ ἀξιώσει ὅπερ βεβαίως Καῖσαρ ἐπικυρώσειε τὰς διαθήκας, αἳ ὑπὸ τοῦ πατρὸς ἐγράφησαν αὐτοῦ· διʼ ἣν αἰτίαν οὐδὲ τοῦ στρατεύματος ἐν Ἱεριχοῦντι τὸ διάδημα αὐτῷ περιθέσθαι προθυμουμένου δέξασθαι τὸ περιμάχητον τῆς ἐνθένδε τιμῆς διὰ τὸ μηδέπω τὸν κυρίως ἀποδώσοντα φανερὸν εἶναι παρασχόμενον.
203 περιιόντων μέν γε εἰς αὐτὸν τῶν πραγμάτων οὐ λείψειν ἀρετῆς τοῦ ἀμειψομένου τὴν εὔνοιαν αὐτῶν· σπουδάσειν γὰρ ἐν πᾶσιν τὰ πρὸς αὐτοὺς φανεῖσθαι τοῦ πατρὸς ἀμείνων τὰ πάντα.
204 οἱ δὲ οἷον ὄχλος εἴωθεν, φιλεῖν οἰόμενοι τὰς πρώτας εἶναι τῶν ἡμερῶν τὰς διανοίας ἐμφανίζειν τῶν παριόντων ἐπὶ τοιάσδε ἀρχάς, ὅσῳ πρᾴως καὶ θεραπευτικῶς ὁ Ἀρχέλαος διελέγετο αὐτοῖς, τοσῷδε μειζόνως τε ἐχρῶντο τοῖς ἐπαίνοις καὶ κατὰ αἰτήσεις δωρεῶν ἐτετράφατο, οἱ μὲν εἰσφορὰς ἃς ἐνιαυσίους φέροιεν ἐπικουφίζειν βοῇ χρώμενοι, οἱ δὲ αὖ δεσμωτῶν, οἳ ὑφʼ Ἡρώδου ἐδέδεντο, πολλοὶ δὲ ἦσαν κἀκ πολλῶν χρόνων, ἀπόλυσιν.
205 εἰσὶν δὲ οἳ ἄρσεις τῶν τελῶν ἃ ἐπὶ πράσεσιν ἢ ὠναῖς ἐπεβάλλετο πρασσόμενα πικρῶς ᾐτοῦντο. ἀντέλεγέν τε οὐδαμῶς Ἀρχέλαος ἐπειρᾶτο ὁμίλους σπουδαῖος ὢν ποιεῖν πάντα διὰ τὸ νομίζειν μέγα πρᾶγμα εἰς τήρησιν τῆς ἀρχῆς γενήσεσθαι τὴν εὔνοιαν αὐτῷ τῆς πληθύος. ἐντεῦθεν δὲ θύσας τῷ θεῷ κατʼ εὐωχίαν τρέπεται μετὰ τῶν φίλων.
206 Ἐν τούτῳ δέ τινες τῶν Ἰουδαίων συνελθόντες νεωτέρων ἐπιθυμίᾳ πραγμάτων Ματθίαν καὶ τοὺς σὺν αὐτῷ ὑφʼ Ἡρώδου ἀποθανόντας, οἳ παραχρῆμα τῆς εἰς τὸ πενθεῖσθαι τιμῆς φόβῳ τῷ ἐκείνου ἀπεστέρηντο, ἦσαν δὲ οἱ τῶν ἐπὶ καθαιρέσει τοῦ χρυσοῦ ἀετοῦ δεδικαιωμένων, ἐπὶ μέγα τε τῇ βοῇ καὶ οἰμωγῇ χρώμενοι καί τινα ὡς κούφισιν φέροντα τοῖς τεθνεῶσιν ἀπερρίπτουν εἰς τὸν βασιλέα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi