Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

207 συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τιμωρίαν αὐτοῖς ὑπʼ Ἀρχελάου γενέσθαι κολάσεσιν τῶν ὑπὸ Ἡρώδου τιμωμένων, καὶ πάντων γε καὶ πρῶτον καὶ ἐκδηλότατα τὸν ὑπʼ αὐτοῦ ἀρχιερέα καθεστῶτα παύσαντα νομιμώτερόν τε ἅμα καὶ καθαρὸν ἀρχιερᾶσθαι ἄνδρα αἱρεῖσθαι.
208 τούτοις Ἀρχέλαος καίπερ δεινῶς φέρων ἐπένευεν τὴν ὁρμὴν αὐτῶν διὰ τὴν ἐπὶ Ῥώμης ὁδὸν ἀνύεσθαι προκείμενον αὐτῷ τάχος ἐπὶ περισκοπήσει τῶν δοξάντων Καίσαρι.
209 πέμψας δὲ τὸν στρατηγὸν πειθοῖ χρῆσθαι, καὶ τῆς ἐπὶ τοιούτοις μωρίας ἀποστάντας σκοπεῖν, θάνατόν τε, ὃς τοῖς φίλοις αὐτῶν συνέλθοι, μετὰ νόμων γεγονότα, καὶ τὰς αἰτήσεις ὡς ἐπὶ μέγα τοῦ ὑβρίζειν προΐοιεν, τούς τε καιροὺς οὐκ ἐν τοιοῖσδε εἶναι, μᾶλλον δὲ τοῦ ὁμονοεῖν ἕως καταστησάμενος τὴν ἀρχὴν ἐπινεύσει τῇ Καίσαρος ἀφίκοιτο ὡς αὐτούς· τότε γὰρ κοινῇ βουλεύσειν περὶ ὧν ἀξιοῖεν σὺν αὐτοῖς· ἄρτι δὲ ἀνέχειν, μὴ καὶ στασιάζειν δοκοῖεν.
210 Καὶ ὁ μὲν ταῦτα ὑπειπὼν καὶ διδάξας τὸν στρατηγὸν ἐκπέμπει πρὸς αὐτούς. οἱ δὲ βοῶντες λέγειν τε οὐκ εἴων καὶ εἰς κίνδυνον τοῦ ἀπολουμένου ἐκεῖνόν τε καθίστασαν καὶ τῶν ἄλλων ὅστις γε ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τοῦ μὴ τοιῶνδε ὀριγνᾶσθαι τολμήσειν φθέγξασθαι φανερὸς ἦν διὰ τὸ πάντα βουλήσει τῇ αὐτῶν μᾶλλον ἢ ἐξουσίᾳ τῶν ἐφεστηκότων συγχωρεῖν,
211 δεινὸν ἡγούμενοι, εἰ ζῶντός τε Ἡρώδου στερηθεῖεν τῶν φιλτάτων καὶ τελευτῆς αὐτῷ γενομένης τιμωριῶν τῶν ἐπʼ αὐτοῖς, ὠργηκότες ταῖς γνώμαις καὶ νόμιμόν τε καὶ δίκαιον ἡγούμενοι ὅ τι μελλήσοι ἡδονὴν αὐτοῖς φέρειν, κίνδυνον δὲ τὸν ἀπʼ αὐτοῦ προϊδέσθαι τε ἀμαθεῖς καὶ εἴ τῳ ὑποπτευθείη, ὑπερβολῆς αὐτῷ γενομένης τῆς παραχρῆμα ἡδονῆς ἐκ τοῦ τιμωρήσασθαι τοὺς ἐχθίστους δοκοῦντας αὐτοῖς.
212 πολλῶν δὲ ὑπὸ Ἀρχελάου πεμπομένων, οἳ διαλέξοιντο αὐτοῖς, τῶν τε ἐνεστώτων μὲν ὑπʼ ἐκείνου γνώμῃ δὲ τῇ αὐτῶν δοκεῖν παριόντων, ὅπως εἰς τὸ πραΰτερον καταστήσονται αὐτούς, οὐδενὸς ἠνείχοντο εἰπεῖν ἀνάστασίς τε ἦν δεύειν ὀργῇ χρωμένων, φανεροί τε ἦσαν ἐπὶ μέγα αὐξήσοντες τὴν στάσιν πλήθους ἐπισυρρυέντος αὐτοῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi