Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

213 Ἐνστάσης δὲ κατὰ τόνδε τὸν καιρὸν ἑορτῆς, ἐν ᾗ Ἰουδαίοις ἄζυμα προτίθεσθαι πάτριον· φάσκα δʼ ἡ ἑορτὴ καλεῖται ὑπόμνημα οὖσα τῆς ἐξ Αἰγύπτου ἀπάρσεως αὐτῶν γενομένης, καὶ θύουσιν αὐτὴν προθύμως πλῆθός τε ἱερείων ὡς οὐκ ἐν ἄλλῃ κατακόπτειν ἐστὶν αὐτοῖς νόμιμον·
214 κάτεισιν δὲ πληθὺς ἀναρίθμητος ἐκ τῆς χώρας ἤδη δὲ καὶ ἐκ τῆς ὑπερορίας ἐπὶ θρησκείᾳ τοῦ θεοῦ, καὶ οἱ νεωτερισταὶ τοὺς περὶ τὸν Ἰούδαν τε καὶ Ματθίαν ἐξηγητὰς τῶν νόμων ὀδυρόμενοι συστάντες ἐν τῷ ἱερῷ τροφῆς ηὐποροῦντο τοῖς στασιασταῖς οὐκ ὂν ἐν αἰσχύνῃ μεταιτεῖν αὐτούς.
215 καὶ δείσας Ἀρχέλαος, μὴ καί τι δεινὸν βλαστήσειεν αὐτῶν τῇ ἀπονοίᾳ, πέμπει σπεῖράν τε ὁπλιτῶν χιλίαρχόν τε τὴν ὁρμὴν τῶν ἐνεστηκότων πρότερον τὸν πάντα ὅμιλον τοῦ μανιώδους αὐτῶν πλέω καταστῆναι, καὶ εἴ τινες διάδηλοι πολὺ τῶν ἄλλων καθίσταιντο προθυμίᾳ τοῦ στασιάζειν ἐπʼ αὐτὸν ἀγαγεῖν.
216 ἐπὶ τούτῳ οἱ στασιῶται τῶν ἐξηγητῶν καὶ τὸ πλῆθος ἐξηγρίωσε βοῇ καὶ διακελευσμῷ χρώμενοι ὥρμησάν τε ἐπὶ τοὺς στρατιώτας καὶ περιστάντες λεύουσιν τοὺς πλείστους αὐτῶν. ὀλίγοι δέ τινες καὶ ὁ χιλίαρχος τραυματίαι διέφυγον. καὶ τοῖς μὲν ταῦτα πράξασιν διὰ χειρῶν αὖθις ἡ θυσία ἦν·
217 Ἀρχελάῳ δὲ ἄπορον ἐδόκει σώζεσθαι τὰ πάντα μὴ οὐκ ἀνακόψειν τὴν ἐπὶ τοιοῖσδε ὁρμὴν τῆς πληθύος, ἐκπέμπει δὲ πᾶν τὸ στρατόπεδον οἳ τούς τε αὐτόθι ἐσκηνωκότας κωλύοιεν τοῖς κατὰ τὸ ἱερὸν βοηθεῖν καὶ τοὺς ἐκπίπτοντας ὑπὸ τῶν πεζῶν δέχοιντο ἀντειλῆφθαι τἀσφαλοῦς ἤδη πεπιστευκότας.
218 καὶ εἰς μὲν τρισχιλίους ἄνδρας ἔκτειναν οἱ ἱππεῖς· τὸ δὲ λοιπὸν ᾤχετο ἐπὶ ὄρη τὰ πλησίον ἰόντες. ἐκήρυσσε δʼ Ἀρχέλαος ἀναχωρεῖν ἐπὶ τὰ αὑτῶν πᾶσιν. οἱ δὲ ἀπῄεσαν τὴν ἑορτὴν καταλιπόντες φόβῳ κακοῦ μείζονος καίπερ θρασεῖς ὄντες διὰ τὸ ἀπαίδευτον.
219 Ἀρχέλαος δʼ ἐπὶ θαλάσσης κατῄει μετὰ τῆς μητρὸς Νικόλαον καὶ Πτολεμαῖον καὶ Πτόλλαν τῶν φίλων ἐπαγόμενος, Φιλίππῳ τἀδελφῷ τὰ πάντα ἐφεὶς καθίστασθαι τοῦ οἴκου καὶ τῆς ἀρχῆς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi