Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

220 συνεξῄει δʼ αὐτῷ καὶ Σαλώμη ἡ Ἡρώδου ἀδελφὴ γενεὰν ἀγομένη τὴν αὐτῆς, πολλοί τε τῶν συγγενῶν, λόγῳ μὲν ὡς συναγωνιούμενοι τῷ Ἀρχελάῳ ἐπὶ κτήσει τῆς βασιλείας, ἔργῳ δὲ ἀντιπράξοντες καὶ μάλιστα περὶ τῶν πεπραγμένων ἐν τῷ ἱερῷ ποιησόμενοι καταβοάς.
221 ὑπαντιάζει δʼ ἐν Καισαρείᾳ τὸν Ἀρχέλαον Σαβῖνος Καίσαρος ἐπίτροπος τῶν ἐν Συρίᾳ πραγμάτων εἰς Ἰουδαίαν ὡρμημένος ἐπὶ φυλακῇ τῶν Ἡρώδου χρημάτων. καὶ αὐτὸν τῆς ἐπὶ τοῖσδε ὁρμῆς ἔσχεν ὁ Οὔαρος παρελθών· διὰ γὰρ Πτολεμαίου μετάπεμπτος ὑπʼ Ἀρχελάου παρῆν.
222 καὶ Οὐάρῳ Σαβῖνος χαριζόμενος οὔτε τὰς ἄκρας, ὅσαι ἐν τοῖς Ἰουδαίοις ἦσαν, παρέλαβεν οὔτε τοὺς θησαυροὺς κατεσημήνατο, εἴα δʼ ἔχειν Ἀρχέλαον μέχρι Καίσαρι δόξειέν τι περὶ αὐτῶν, καὶ ἔμενεν ἐν τῇ Καισαρείᾳ τοῦθʼ ὑποσχόμενος. ἐπεὶ δʼ ἐκπλεῖ μὲν ἐπὶ τῆς Ῥώμης Ἀρχέλαος, Οὐάρῳ δʼ ἐπʼ Ἀντιοχείας ἐγένοντο κομιδαί, Σαβῖνος ἐπὶ Ἱεροσολύμων χωρήσας παραλαμβάνει τὰ βασίλεια.
223 μεταπέμψας δὲ τοὺς φρουράρχους καὶ ὁπόσοι διοικηταὶ τῶν πραγμάτων ἦσαν λόγους τε ἀπαιτεῖν πρόδηλος ἦν καὶ τὰς ἄκρας καθίστατο ᾗ αὐτῷ δοκοῖ. οὐ μὴν οἱ φύλακες ἐν ὀλίγῳ τὰς Ἀρχελάου ἐπιστολὰς ἐποιοῦντο, ἀλλʼ ἔμενον σώζοντες τὰ πάντα ᾗ προσετέτακτο αὐτοῖς. Καίσαρι δὲ φυλάσσειν ἕκαστʼ ἦν προσποίησις αὐτοῖς.
224 Πλεῖ δὲ κατὰ τοῦτον τὸν καιρὸν ἐπὶ Ῥώμης καὶ Ἀντίπας Ἡρώδου μὲν παῖς, ἐπὶ δʼ ἀντιποιήσει τῆς ἀρχῆς ὑποσχέσεσι Σαλώμης ἠρμένος ἐπὶ τῷ ἄρχειν καὶ πολὺ δικαιότερον Ἀρχελάου παραλήψεσθαι τὰ πράγματα ἠξιωκὼς τῷ κατὰ τὰς προτέρας διαθήκας βασιλεὺς ἀποπεφάνθαι, ἃς ἀσφαλεστέρας εἶναι τῶν ἐπιγραφεισῶν.
225 ἐπήγετο δὲ οὗτος τήν τε μητέρα καὶ τὸν ἀδελφὸν τὸν Νικολάου Πτολεμαῖον φίλον τε Ἡρώδῃ τιμιώτατον γεγενημένον καὶ αὐτῷ προσκείμενον.
226 μάλιστα δὲ αὐτὸν ἐνῆγεν ἐπʼ ἀντιποιήσει τῆς βασιλείας φρονεῖν Εἰρηναῖος ῥήτωρ ἀνὴρ καὶ δόξῃ δεινότητος τῆς περὶ αὐτῷ τὴν βασιλείαν πεπιστευμένος. διὸ δὴ καὶ τῶν κελευόντων εἴκειν Ἀρχελάῳ πρεσβυτέρῳ τε ὄντι κἀν ταῖς ἐπιδιαθήκαις ὑπὸ τοῦ πατρὸς ἐγγεγραμμένῳ βασιλεῖ οὐκ ἠνείχετο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi