Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

227 ἐπεὶ δʼ εἰς τὴν Ῥώμην ἀφίκετο, καὶ πάντων τῶν συγγενῶν ἀπόστασις ἦν πρὸς αὐτόν, οὐκ εὐνοίᾳ τῇ ἐκείνου, μίσει δὲ τῷ πρὸς Ἀρχέλαον, μάλιστα μὲν ἐπιθυμοῦντες ἐλευθερίας καὶ ὑπὸ Ῥωμαίων στρατηγῷ τετάχθαι, εἰ δʼ ἄρα τι ἀντισταίη, λυσιτελέστερον Ἀρχελάου τὸν Ἀντίπαν λογιζόμενοι, συνέπραττον Ἀντίπᾳ τὴν βασιλείαν. καὶ Σαβῖνος κατηγόρει παρὰ Καίσαρι τοῦ Ἀρχελάου διὰ γραμμάτων.
228 Καῖσαρ δὲ Ἀρχελάου τε εἰσπέμψαντος ὡς αὐτὸν γράμματα, ἐν οἷς τὰ δικαιώματα προετίθει τε αὐτοῦ καὶ τὴν διαθήκην τοῦ πατρὸς καὶ τοὺς λογισμοὺς τῶν Ἡρώδου χρημάτων σὺν τῷ σημαντῆρι κομίζοντα Πτολεμαῖον, ἐκαραδόκει τὸ μέλλον.
229 ὁ δὲ ταῦτά τε ἀναγνοὺς τὰ γράμματα καὶ τὰς Οὐάρου καὶ Σαβίνου ἐπιστολὰς ὁπόσα τε χρήματα ἦν καὶ τί ἐπʼ ἔτος ἐφοίτα καὶ ὅσα Ἀντίπας ἐπʼ οἰκειώσει τῆς βασιλείας ἐπεπόμφει γράμματα συνῆγεν ἐπὶ παροκωχῇ γνωμῶν τοὺς φίλους, σὺν οἷς καὶ Γάιον τὸν Ἀγρίππου μὲν καὶ Ἰουλίας τῆς αὐτοῦ θυγατρὸς υἱὸν ποιητὸν δὲ αὐτῷ γεγονότα πρῶτόν τε καθεδούμενον παρέλαβε, καὶ κελεύει λέγειν τοῖς βουλομένοις περὶ τῶν ἐνεστηκότων.
230 καὶ πρῶτος ὁ Σαλώμης υἱὸς Ἀντίπατρος δεινότατός τε ὢν εἰπεῖν καὶ τῷ Ἀρχελάῳ ἐναντιώτατος ἔλεγεν Ἀρχελάῳ παιδιὰν τὸν περὶ τῆς ἀρχῆς εἶναι λόγον ἔργῳ τὴν δύναμιν αὐτῆς πρότερον ἢ Καίσαρα συγχωρῆσαι παρειληφότι, ἐπικαλῶν τὰ τετολμημένα ἐπὶ τοῖς ἀπολωλόσι κατὰ τὴν ἑορτήν·
231 ὧν καὶ ἀδικούντων ἄλλως ἔσχεν τὴν τιμωρίαν εἰς τοὺς ἔξω χρῆσθαι δυναμένους ἀνακειμένην εἶναι, καὶ μὴ ὑπʼ ἀνδρὸς πεπρᾶχθαι, εἰ μὲν βασιλέως, ἀδικοῦντος τὸ Καίσαρος διαγνοίᾳ περὶ αὐτοῦ ἔτι χρώμενον, εἰ δὲ ἰδιώτου, πολὺ χειρόνως, διὰ τὸ μὴ βασιλείας ἀντιποιουμένῳ καλῶς ἂν συγκεχωρῆσθαι, διὰ τὸ Καίσαρα τῆς ἐπʼ αὐτοῖς ἐξουσίας ἀφαιρεῖσθαι.
232 καθήπτετο δὲ αὐτοῦ ἡγεμόνων τινῶν ἐν τῷ στρατιωτικῷ μετάστασιν ἐπικαλῶν καὶ προκάθισιν ἐπὶ θρόνου βασιλείου καὶ δικῶν διάλυσιν ὡς ὑπὸ βασιλέως γενομένην κατανεύσεις τε αἰτήσεων τοῖς δημοσίᾳ αἰτουμένοις καὶ πάντων διάπραξιν, ὧν οὐδὲν ἂν μειζόνως ἐπινοῆσαι καθεσταμένον ὑπὸ τοῦ Καίσαρος εἰς τὴν ἀρχήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi