Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

247 καὶ μανίαν καὶ λογισμῶν ἔκστασιν κατακρίνειν ἀνδρὸς βασιλέως, υἱεῖ μὲν ἀγαθῷ τὴν διαδοχὴν καταλελοιπότος, πίστει δὲ τῇ αὐτοῦ προσπεφευγότος· οὔτʼ ἁμαρτάνειν Ἡρώδην ποτὲ περὶ κρίσιν τοῦ διαδόχου σωφροσύνῃ κεχρημένον ἐπὶ τῇ Καίσαρος γνώμῃ τὰ πάντα ποιεῖσθαι.
248 Καὶ Νικόλαος μὲν τοιάδε διελθὼν καταπαύει τὸν λόγον· Καῖσαρ δὲ Ἀρχέλαον προσπεσόντα αὐτῷ πρὸς τὰ γόνατα φιλοφρόνως τε ἀνίστη φάμενος ἀξιώτατον εἶναι τῆς βασιλείας πολλήν τε ἀπέφαινε τροπὴν γνώμης τῆς αὐτοῦ οὐκ ἄλλα πράξειν, ἀλλʼ ὁπόσα αἵ τε διαθῆκαι ὑπηγόρευον καὶ Ἀρχελάῳ συνέφερεν.
249 οὐ μέντοι γε ἐκεκύρωτο οὐδέν, ὡς ἂν ἐχεγγύῳ παραδείγματι χρώμενον ἐπʼ ἀδείας Ἀρχέλαον εἶναι. καὶ διαλύσεως τῶν ἀνδρῶν γενομένης ἐσκοπεῖτο καθʼ αὑτόν, εἴτε Ἀρχελάῳ τὴν βασιλείαν ἐπικυρωτέον, εἴτε νομὴν αὐτῆς ποιεῖσθαι παντὶ τῷ Ἡρώδου γένει καὶ ταῦτα πάντων πολλῆς ἐπικουρίας δεομένων.
250 Πρότερον δὲ ἢ κύρωσίν τινα τούτων γενέσθαι Μαλθάκη τε ἡ Ἀρχελάου μήτηρ νόσῳ τελευτᾷ καὶ παρὰ Οὐάρου τοῦ Συρίας στρατηγοῦ παρῆν γράμματα τὴν Ἰουδαίων ἀπόστασιν διασαφοῦντα·
251 τοῦ γὰρ Ἀρχελάου μετὰ τὸν ἔκπλουν ἐθορυβήθη τὸ πᾶν ἔθνος. καὶ Οὔαρος αὐτὸς ἐπεὶ παρὼν ὡς τοὺς αἰτίους τῆς κινήσεως τιμωρίᾳ περιβαλὼν καὶ τοῦ πολλοῦ τῆς στάσεως ἐπίσχεσιν ποιησάμενος πολλῆς γενομένης ἐπʼ Ἀντιοχείας τὴν ἀναζυγὴν ἐποιεῖτο, τάγμα ἓν τῆς στρατιᾶς ἐν Ἱεροσολύμοις λειπόμενος τὴν Ἰουδαίων νεωτεροποιίαν ἐπιστομιοῦντας.
252 οὐ μὴν ἐπεραίνετό γε οὐδὲν ἐπὶ παύλῃ τοῦ μὴ οὐ στασιάσοντος αὐτῶν. ὅτε γὰρ Οὔαρος ἀπῄει καὶ Σαβῖνος ὁ ἐπίτροπος τοῦ Καίσαρος ὑπομείνας αὐτόθι μεγάλως τοὺς στασιώτας κατεπόνει, στρατιᾷ τε τῇ καταλελειμμένῃ πιστεύων, ὡς καὶ περιέσοιτο αὐτῶν, καὶ τῷ πλήθει·
253 πολλοὺς δὲ ὄντας ὁπλίσας δορυφόροις ἐχρῆτο αὐτοῖς ἐπείγων τοὺς Ἰουδαίους καὶ ἐκταράσσων ἐπὶ ἀποστάσει· τάς τε γὰρ ἄκρας ἐβιάζετο παραλαμβάνειν καὶ τῶν βασιλικῶν χρημάτων ἐπʼ ἐρεύνῃ προθύμως ὥρμητο βίᾳ διὰ κέρδη καὶ πλεονεξιῶν ἐπιθυμίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi