Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

254 Ἐνστάσης δὲ τῆς πεντηκοστῆς, ἑορτὴ δὲ ἡμῶν ἐστιν πάτριος τοῦτο κεκλημένη, οὔτι κατὰ τὴν θρησκείαν μόνον παρῆσαν, ἀλλʼ ὀργῇ φέροντες τὴν παροινίαν τῆς Σαβίνου ὕβρεως μυριάδες συνηθροίσθησαν ἀνθρώπων καὶ πάνυ πολλαὶ Γαλιλαίων τε καὶ Ἰδουμαίων, Ἱεριχουντίων τε ἦν πληθὺς καὶ ὁπόσοι περάσαντι Ἰορδάνην ποταμὸν οἰκοῦσιν, αὐτῶν τε Ἰουδαίων πλῆθος πρὸς πάντας συνειλέχατο καὶ πολὺ προθυμότεροι τῶν ἄλλων ἐπὶ τιμωρίᾳ τῇ Σαβίνου ὡρμήκεσαν.
255 καὶ τρία μέρη νεμηθέντες ἐπὶ τοσῶνδε στρατοπεδεύονται χωρίων, οἱ μὲν τὸν ἱππόδρομον ἀπολαβόντες, καὶ τῶν δὲ λοιπῶν δύο μερῶν οἱ μὲν τῷ βορείῳ τοῦ ἱεροῦ πρὸς μεσημβρίαν τετραμμένοι, οἱ δὲ ἑῴαν μοῖραν εἶχον, μοῖρα δὲ αὐτῶν ἡ τρίτη τὰ πρὸς δυόμενον ἥλιον, ἔνθα καὶ τὸ βασίλειον ἦν. ἐπράσσετο δὲ τὰ πάντα αὐτοῖς ἐπὶ πολιορκίᾳ τῶν Ῥωμαίων ἁπανταχόθεν αὐτοῖς ἀποκεκλεισμένων.
256 καὶ Σαβῖνος, ἔδεισε γὰρ τό τε πλῆθος αὐτῶν καὶ τὰ φρονήματα ἀνδρῶν ἐν ὀλίγῳ τὸ θανεῖν ποιουμένων ὑπὸ τοῦ ἡττᾶσθαι μὴ ἐθέλειν ἐφʼ οἷς ἀρετὴν κρίνειαν τὸ νικᾶν, παραχρῆμά τε ὡς τὸν Οὔαρον ἔπεμπε γράμματα καὶ τὸ σύνηθες οὐκ ἀνίει κελεύων ἐκ τοῦ ὀξέος βοηθεῖν, ὡς κινδύνου μεγίστου τὸ ἐγκαταλειφθὲν στράτευμα περιεσχηκότος διὰ τὸ μὴ ἐς μακρὰν ἐλπίζειν κατακοπήσεσθαι ληφθέντας αὐτούς.
257 αὐτὸς δὲ τοῦ φρουρίου τὸν ὑψηλότατον τῶν πύργων καταλαβόμενος Φασάηλον ἐπὶ τιμῇ τοῦ Ἡρώδου ἀδελφοῦ Φασαήλου ᾠκοδομημένον τε καὶ οὕτως εἰρημένον τελευτῆς ὑπὸ Παρθυαίων αὐτῷ γενομένης, κατέσειε τοῖς Ῥωμαίοις ἐπεξιέναι τοῖς Ἰουδαίοις, αὐτὸς μὲν οὐδʼ εἰς τοὺς φίλους τολμῶν κατιέναι, τοὺς δʼ ἄλλους προαποθνήσκειν αὐτοῦ τῆς πλεονεξίας δικαιῶν.
258 τολμησάντων δʼ εἰς τὴν ἔξοδον τῶν Ῥωμαίων μάχη συνῄει καρτερά, καὶ οἱ Ῥωμαῖοι πολλῶν μὲν ἔργων ἐκράτουν, οὐ μὴν τὰ φρονήματά γε τοῖς Ἰουδαίοις ἔκαμνε τῇ ὄψει τοῦ δεινοῦ πολλῶν αὐτοῖς πεπτωκότων,
259 περιοδεύσαντες δʼ ἀνίασιν ἐπὶ τὰς στοάς, αἵπερ ἦσαν τοῦ ἱεροῦ τὸν ἔξω περίβολον περιέχουσαι, καὶ πολλοῖς ἀμάχου γενομένης λίθους τε ἠφίεσαν τοὺς μὲν ἐκ χειρὸς ὑπάραντες, οὓς δὲ σφενδονῶν, ἀθληταὶ τρόπου τοιαύτης μάχης ὄντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi