Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

260 καὶ οἱ τοξόται πάντες παρατεταγμένοι μεγάλα ἔβλαπτον τοὺς Ῥωμαίους διὰ τὸ ὑπερδέξιοί τε εἶναι καὶ ἐπιχειρεῖσθαι μὲν ἄποροι διὰ τὸ ἀνέφικτον τοῖς εἰσακοντίζειν πειρωμένοις εἶναι, ῥᾴους δὲ κρατεῖσθαι τοὺς πολεμίους ἔχοντες. καὶ πολὺν μὲν χρόνον ἡ μάχη συνέστη τοιάδε οὖσα.
261 ἔπειτα Ῥωμαῖοι δεινῶς φέροντες τοῖς δρωμένοις πῦρ ἐνιᾶσιν ταῖς στοαῖς λαθόντες Ἰουδαίων τοὺς ἀναβεβηκότας ἐπʼ αὐταῖς. καὶ τὸ πῦρ ὑπό τε πολλῶν προστεθειμένον καὶ μετὰ τῶν ἐγείρειν φλόγα δυναμένων ἥπτετο τοῦ ὀρόφου ᾗ τάχος.
262 ὁ δὲ ξύλωσιν παρέχων πίσσης τε καὶ κηροῦ πλέον ἔτι δὲ χρυσὸν ἐπαληλιμμένον εὐθέως ήκειν, ἔργα τε μεγάλα ἐκεῖνα καὶ ἀξιολογώτατα ἠφανίζετο. καὶ τοὺς ὑπὲρ τῶν στοῶν ὄλεθρος οὗτος ἀπροσδόκητος κατέλαβεν· οἱ μὲν γὰρ τοῦ ὀρόφου καταρραγέντος συγκατεφέροντο αὐτῷ, τοὺς δὲ περισταδὸν ἔβαλλον οἱ πολέμιοι·
263 πολλοὶ δὲ ἀπορίᾳ σωτηρίας τε καὶ ἐκπλήξει κακοῦ τοῦ περιεστηκότος, οἱ μὲν εἰς τὸ πῦρ ἵεσαν αὑτούς, οἱ δὲ καὶ τοῖς ξίφεσι χρώμενοι διάδρασιν αὐτοῦ ἐποιοῦντο, ὁπόσοι δὲ εἰς τὸ κατόπιν χωρήσαντες ὁδῷ ᾗ ἀναβεβήκεσαν ἐσώζοντο, οἱ Ῥωμαῖοι πάντας ἔκτεινον γυμνούς τε ὄντας καὶ τὰ φρονήματα ἐκλελυμένους, οὐδὲν τῆς ἀπονοίας διὰ τὸ ἄνοπλον βοηθεῖν δυναμένης.
264 ἐσώθη τε τῶν ἀνελθόντων ἐπὶ τὸ τέγος οὐδʼ ὁστισοῦν. καὶ οἱ Ῥωμαῖοι διὰ τοῦ πυρὸς ᾗ παρείκοι ὠσθέντες ἐκράτουν τοῦ θησαυροῦ, καθʼ ὃν ἱερὰ ἦν χρήματα. καὶ διεκλάπη μὲν πολλὰ ὑπὸ τῶν στρατιωτῶν, Σαβῖνος δὲ περιεποίησεν εἰς τὸ φανερὸν τετρακόσια τάλαντα.
265 Ἰουδαίους δὲ ἐλύπει μὲν τὸ πάθος τῶν φίλων, οἳ ἐν τῇδε ἔπεσον τῇ μάχῃ, ἐλύπει δὲ καὶ τῶν ἀναθημάτων ἡ ἀφαίρεσις, οὐ μὴν ἀλλʼ ὅπερ αὐτῶν ἐτύγχανεν συνεστραμμένον καὶ μαχιμώτατον τούτῳ ἐμπεριέχοντες τὸ βασίλειον ἠπείλουν πῦρ τε ἐνήσειν αὐτῷ καὶ πάντας κτείνειν, κελεύοντες ᾗ τάχος ἀπιέναι καὶ πειθομένοις ὑπισχνούμενοι ἄδειαν καὶ Σαβίνῳ σὺν αὐτοῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi