Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

281 διέμενέ τε ἐπὶ πολὺ τῷδε τῷ ἀνδρὶ ἡ ἰσχὺς βασιλεῖ τε κεκλημένῳ καὶ ἃ πράσσειν ἐθέλοι μὴ ἀποστερουμένῳ, φόνῳ τε καὶ αὐτὸς καὶ οἱ ἀδελφοὶ ἦσαν ἐπὶ μέγα προσκείμενοι Ῥωμαίων τε καὶ βασιλικῶν μίσει πολιτεύοντες ὁμοίως πρὸς ἀμφοτέρους, τοῦτο μὲν ὕβρει ᾗ χρήσαιντο ἐπὶ τῆς Ἡρώδου ἀρχῆς, Ῥωμαίους δὲ ὧν τὸ παρὸν ἔδοξαν ἀδικεῖν.
282 προϊόντος δὲ χρόνου καὶ ἐπὶ πλέον ὁμοίως ἐξηγριώθησαν διάφευξίς τε οὐκ ἦν τοῖς πᾶσιν ἐμπεσεῖν, τὰ μὲν κέρδους ἐλπίδι, τὰ δὲ καὶ συνηθείᾳ τοῦ φονεύειν. ἐπιτίθενται δέ ποτε καὶ Ῥωμαίων λόχῳ κατὰ Ἐμμαοῦντα, οἳ σῖτόν τε καὶ ὅπλα τῆς στρατιᾶς ἔφερον. καὶ περιστάντες Ἄρειον μὲν τὸν ἑκατόνταρχον, ὃς ἡγεῖτο τοῦ παντὸς καὶ τεσσαράκοντα τῶν περὶ αὐτὸν πεζῶν τοὺς κρατίστους κατηκόντισαν.
283 οἱ δὲ λοιποὶ δείσαντες πρὸς τὸ πάθος αὐτῶν Γράτου σὺν τοῖς βασιλικοῖς, οἳ περὶ αὐτὸν ἦσαν, σκέπης αὐτοῖς γενομένης σώζονται τοὺς νεκροὺς καταλιπόντες. καὶ πολὺν μὲν τοιουτοτρόποις χρώμενοι χρόνον μάχαις Ῥωμαίους τε παρελύπησαν οὐκ εἰς ὀλίγα καὶ τὸ ἔθνος ἐκάκωσαν ἐπὶ μέγα.
284 χειροῦται δὲ αὐτῶν χρόνῳ ὕστερον ὁ μὲν Γράτῳ συμβαλὼν ὁ δὲ Πτολεμαίῳ, καὶ τὸν πρεσβύτατον Ἀρχελάου λαβόντος ὁ τελευταῖος πάθει τε τῷ ἐκείνου λελυπημένος καὶ ἄπορον ἐπὶ πλέον ὁρῶν τὴν σωτηρίαν ὑπὸ μονώσεως καὶ καμάτου πολλοῦ ψιλωθεὶς τῆς δυνάμεως ἐπὶ δεξιαῖς καὶ πίστει τοῦ θείου Ἀρχελάῳ παραδίδωσιν αὑτόν. καὶ τάδε μὲν ὕστερον γίνεται.
285 Λῃστηρίων δὲ ἡ Ἰουδαία πλέως ἦν, καὶ ὃς παρατύχοι τινῶν οἳ συστασιάσοιεν αὐτῷ βασιλεὺς προϊστάμενος ἐπʼ ὀλέθρῳ τοῦ κοινοῦ ἠπείγετο, ὀλίγα μὲν καὶ ἐπʼ ὀλίγοις Ῥωμαίοις λυπηροὶ καθιστάμενοι, τοῦ δὲ ὁμοφύλου φόνον ἐπὶ μήκιστον ἐμποιοῦντες.
286 Οὔαρος δὲ ἐπειδὴ τὸ πρῶτον πυνθάνεται τὰ πεπραγμένα Σαβίνου γράψαντος πρὸς αὐτόν, δείσας περὶ τοῦ τάγματος δύο τὰ λοιπὰ ἀναλαβών, τρία γὰρ ἐπὶ Συρίας τὰ πάντα ἦν, καὶ ἴλας ἱππέων τέσσαρας ὁπόσα τε ἐπικουρικὰ καὶ οἱ βασιλεῖς οἵ τινες τετράρχαι τότε παρεῖχον, ἠπείγετο βοηθεῖν τοῖς ἐν Ἰουδαίᾳ τότε πολιορκουμένοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi