Kitap 17
287
εἴρητο δὲ πᾶσιν εἰς Πτολεμαΐδα ἐπείγεσθαι ὁπόσοι προεξεπέμποντο. διδόασί τε αὐτῷ καὶ Βηρύτιοι διιόντι αὐτῶν τὴν πόλιν ἐπικούρους πεντακοσίους καὶ χιλίους, πέμπει δὲ καὶ Ἀρέτας ὁ Πετραῖος ἔχθει τῷ Ἡρώδου φιλίαν τῶν Ῥωμαίων κτώμενος οὐκ ὀλίγην χεῖρα πεζῶν καὶ ἱππέων.
288
σταθείσης δʼ ἐν Πτολεμαΐδι πάσης ἤδη τῆς δυνάμεως μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς καὶ ἑνὶ τῶν αὐτοῦ φίλων Γαλιλαίους ἐξέπεμπεν πολεμεῖν, οἳ ὑπὲρ τῆς Πτολεμαΐδος ἐχόμενοι κατοικοῦσιν.
289
ὃς ἐμβαλὼν τούς τε ἀντικαταστάντας εἰς μάχην τρέπεται καὶ Σέπφωριν ἑλὼν τοὺς μὲν οἰκήτορας ἠνδραποδίσατο, τὴν δὲ πόλιν ἐνέπρησεν. αὐτὸς δὲ Οὔαρος ἐπὶ Σαμαρείας τῷ παντὶ στρατῷ προιὼν τῆς μὲν πόλεως ἀπέσχετο διὰ τὸ ἀνέγκλητον ἐπὶ τοῖς νεωτερισμοῖς εἶναι, στρατοπεδεύεται δὲ ἔν τινι κώμῃ Πτολεμαίου κτήματι, Ἀροὺς ὄνομα αὐτῇ.
290
καὶ οἱ Ἄραβες μίσει τῷ Ἡρώδου ἐμπιπρᾶσιν αὐτὴν ἐχθρῶς καὶ πρὸς φίλους τοὺς ἐκείνου ἔχοντες. κἀνθένδε προϊόντες Σαμφὼ κώμην ἑτέραν διήρπασάν τε οἱ Ἄραβες καὶ ἔκαυσαν πάνυ ἐρυμνὴν οὖσαν, καὶ ἔφυγεν ἐν τῇ προόδῳ οὐδὲν αὐτούς,
291
ἀλλὰ πυρὸς καὶ φόνου τὰ πάντα μεστὰ ἦν. πίμπραται δὲ καὶ Ἐμμαοῦς Οὐάρου κελεύσαντος ἐπʼ ἐκδικίᾳ τῶν συντετελευτηκότων προεκλειφθεῖσα ὑπὸ τῶν οἰκητόρων.
292
ἐντεῦθεν δὲ καὶ Ἱεροσολύμοις ἤδη συνῆπτε, καὶ Ἰουδαίων οἱ κατὰ πολιορκίαν τοῦ τάγματος τῇδε στρατοπεδευόμενοι τὴν ὄψιν τῆς προσόδου τῶν στρατευμάτων οὐχ ὑπομείναντες ᾤχοντο ἡμίεργον τὴν πολιορκίαν καταλιπόντες.
293
οἱ δʼ ἐν τοῖς Ἱεροσολύμοις Ἰουδαῖοι δεινῶς τοῦ Οὐάρου σφίσιν ἐγκαλοῦντος ἀπελύοντο τὰς αἰτίας, ὡς τῆς μὲν συνόδου τῆς πληθύος διὰ τὴν ἑορτὴν γενομένης, τοῦ δὲ πολέμου μηδαμὰ γνώμῃ τῇ αὐτῶν, τόλμῃ δὲ τῶν ἐπηλύδων συνελθόντες αὐτοῖς καὶ συμπολιορκηθέντες Ῥωμαίοις μᾶλλον ἢ πολιορκεῖν προθυμίαν σχόντες.
294
προαπηντήκασιν δὲ τῷ Οὐάρῳ Ἰώσηπός τε ἀνεψιὸς Ἡρώδου βασιλέως Γρᾶτος τε καὶ Ῥοῦφος τοὺς ὑπʼ αὐτοῖς τῶν στρατιωτῶν ἄγοντες καὶ τῶν Ῥωμαίων οἱ πολιορκούμενοι. Σαβῖνος δὲ οὐκ ἀφίκετο Οὐάρῳ εἰς ὄψιν, ἀλλʼ ὑπεξῆλθεν τῆς πόλεως ἐπὶ θάλασσαν.