Kitap 17
310
πολλῶν γοῦν ἀναστάσεων καὶ μεταστάσεων παραλαβουσῶν τὸ ἔθνος οὐδεμίαν ἱστορεῖσθαι πώποτε τοιάνδε δυστυχίαν ἐπελθοῦσαν αὐτῷ, παράδειγμά τε κακώσεως ἣν αὐτῷ Ἡρώδης ἐπετίθει τὸ ἔθνος·
311
καὶ ταῦτʼ εἰκότως ἂν γενέσθαι τὸ ἀσμένως Ἀρχέλαον βασιλέα προσειπεῖν οἰήσει τοῦ πάντʼ ὅντινʼ οὖν τὸν ἐπὶ τὴν βασιλείαν ἐσόμενον Ἡρώδου μετριώτερον φαίνεσθαι, καὶ τόν τε πατέρα συνολοφύρεσθαι αὐτῷ θεραπεύοντας, εἴ γε μετρίου τυγχάνειν δυνηθεῖεν, καὶ τἆλλα οἰκειουμένους.
312
τοῦ δὲ δείσαντος μὴ οὐχὶ Ἡρώδου γνήσιος πιστεύοιτο υἱός, οὐδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος ἐπάξειν ἂν τῷ ἔθνει τὴν διάνοιαν αὐτοῦ καὶ ταῦτα μηδέπω τέλεον κρατυνάμενον ἡγεμονίαν διὰ τὸ ἐπὶ Καίσαρι δοῦναι καὶ μὴ τὴν ἐξουσίαν εἶναι,
313
καὶ παράδειγμα τὴν τῆς εἰς αὖθις ἀρετῆς τιθέναι τοῖς ἀρχθησομένοις μετριότητος καὶ εὐνομίας, ᾗ χρήσαιτο ἂν πρὸς αὐτούς, ἀπὸ τῆς ἐν πρώτοις ἀποδειχθείσης πράξεως ἐπί τε τοῖς πολίταις καὶ τῷ θεῷ τρισχιλίων ὁμοφύλων ἀνδρῶν σφαγὴν ἐν τῷ τεμένει ποιησάμενον. πῶς οὐκ ἂν ἤδη καὶ δικαίῳ μίσει χρῆσθαι κατʼ αὐτῶν πρὸς τῇ λοιπῇ ὠμότητι καὶ ἔγκλημα τῆς ἀντιστάσεως καὶ ἀντιλογίας ἐπὶ τῇ ἀρχῇ προφερόμενον;
314
ἦν δὲ κεφάλαιον αὐτοῖς τῆς ἀξιώσεως βασιλείας μὲν καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκη δὲ Συρίας γεγονότες ὑποτάσσεσθαι τοῖς ἐκεῖσε πεμπομένοις στρατηγοῖς· φανερωθήσεσθαι γὰρ οὕτως, εἴτε ἀληθῶς στασιώδεις εἶεν καὶ νεωτερισμοῖς τὰ πολλὰ προσησκημένοι εἴτε καὶ οὔ, μετριωτέρων τυχόντες οἳ ἐπιστήσονται αὐτοῖς.
315
Τοιαῦτα δὲ τῶν Ἰουδαίων εἰρηκότων Νικόλαος τούς τε βασιλεῖς ἀπήλλασσε τῶν ἐγκλημάτων, Ἡρώδην μὲν διὰ τὸ παρʼ ὃν ἔζη χρόνον τυχεῖν ἀκατηγόρητον· οὐ γὰρ δὴ τοὺς ἐγκαλεῖν ἔχοντας ἐπὶ μετρίοις παρὰ τοῦ ζῶντος τιμωρίαν λαβεῖν δυναμένους ἐπὶ νεκρῷ κατηγορίαν συντιθέναι·
316
τὰ δὲ ὑπʼ Ἀρχελάου πραχθέντα ὕβρει τῇ ἐκείνων ἀνετίθει, οἳ ὀριγνώμενοι πραγμάτων παρὰ τοὺς νόμους καὶ σφαγῆς ἄρξαντες τῶν κωλύειν ὑβρίζοντας προμηθουμένων ἀμύνης γενομένης ἐγκαλοῖεν. ἐνεκάλει δὲ νεωτεροποιίας αὐτοῖς καὶ τοῦ στασιάζειν ἡδονὴν ἀπαιδευσίᾳ τοῦ πείθεσθαι δίκῃ καὶ νομίμοις ὑπὸ τοῦ θέλειν τὰ πάντα νικᾶν. ταῦτα μὲν οὖν Νικόλαος.