Kitap 17
317
Καῖσαρ δʼ ἀκούσας διαλύει μὲν τὸ συνέδριον, ὀλίγων δʼ ἡμερῶν ὕστερον Ἀρχέλαον βασιλέα μὲν οὐκ ἀποφαίνεται, τῆς δʼ ἡμίσεως χώρας ἥπερ Ἡρώδῃ ὑπετέλει ἐθνάρχην καθίσταται, τιμήσειν ἀξιώματι βασιλείας ὑπισχνούμενος, εἴπερ τὴν εἰς αὐτὴν ἀρετὴν προσφέροιτο.
318
τὴν δʼ ἑτέραν ἡμίσειαν νείμας διχῇ δυσὶν Ἡρώδου παισὶν ἑτέροις παρεδίδου Φιλίππῳ καὶ Ἀντίπᾳ τῷ πρὸς Ἀρχέλαον τὸν ἀδελφὸν ἀμφισβητήσαντι περὶ τῆς ὅλης ἀρχῆς. καὶ τούτῳ μὲν ἥ τε Περαία καὶ τὸ Γαλιλαῖον ὑπετέλουν, φορά τε ἦν τάλαντα διακόσια τὸ ἐπʼ ἔτος.
319
Βαταναία δὲ σὺν Τράχωνι καὶ Αὐρανῖτις σύν τινι μέρει οἴκου τοῦ Ζηνοδώρου λεγομένου Φιλίππῳ τάλαντα ἑκατὸν προσέφερεν· τὰ δʼ Ἀρχελάῳ συντελοῦντα Ἰδουμαῖοί τε καὶ Ἰουδαία τό τε Σαμαρειτικόν. τετάρτην μοῖραν οὗτοι τῶν φόρων παραλέλυντο Καίσαρος αὐτοῖς κούφισιν ψηφισαμένου διὰ τὸ μὴ συναποστῆναι τῇ λοιπῇ πληθύι.
320
καὶ ἦσαν πόλεις αἳ Ἀρχελάῳ ὑπετέλουν Στράτωνός τε πύργος καὶ Σεβαστὴ σὺν Ἰόππῃ καὶ Ἱεροσολύμοις· Γάζαν γὰρ καὶ Γάδαρα καὶ Ἵππον, Ἑλληνίδες εἰσὶν πόλεις, ἀπορρήξας αὐτοῦ τῆς ἀκροάσεως Συρίας προσθήκην ποιεῖται. προσῄει δὲ Ἀρχελάῳ φορὰ χρημάτων τὸ κατʼ ἐνιαυτὸν εἰς τάλαντα ἑξακόσια ἐξ ἧς παρέλαβεν ἀρχῆς.
321
Καὶ τάδε μὲν τοῖς Ἡρώδου υἱέσιν τῶν πατρῴων παρῆν. Σαλώμῃ δὲ πρὸς οἷς ὁ ἀδελφὸς ἐν ταῖς διαθήκαις ἀπονέμει, Ἰάμνεια δὲ ἦν ταῦτα καὶ Ἄζωτος καὶ Φασαηλὶς καὶ ἀργυρίου ἐπισήμου μυριάδες πεντήκοντα, Καῖσαρ χαρίζεται καὶ τὴν ἐν Ἀσκάλωνι βασίλειον οἴκησιν. ἦν δὲ καὶ ταύτῃ πρόσοδος ἐκ πάντων ταλάντων ἑξήκοντα τὸ ἐπʼ ἔτος· καὶ αὐτῆς ὁ οἶκος ἦν ἐν τῇ Ἀρχελάου ἀρχῇ.
322
κομίζονται δὲ καὶ οἱ λοιποὶ τοῦ βασιλέως συγγενεῖς ὁπόσα αἱ διαθῆκαι διηγόρευον. δυοῖν δʼ αὐτοῦ θυγατράσιν παρθένοις χωρὶς ὧν ὁ πατὴρ κατέλιπεν Καῖσαρ ἑκατέρᾳ δωρεὰν ἐπετίθει μυριάδων ἀνὰ πέντε καὶ εἴκοσι ἀργυρίου ἐπισήμου καὶ συνῴκισεν αὐτὰς τοῖς Φερώρου υἱέσιν.
323
χαρίζεται δὲ καὶ ὁπόσα αὐτῷ καταλέλειπτο τοῖς παισὶν τοῦ βασιλέως ὄντα πεντακοσίων ταλάντων καὶ χιλίων, ὀλίγα τῶν σκευῶν ὑπεξελόμενος οὐχ οὕτως μεγέθει τέλους ὡς μνήμῃ τοῦ βασιλέως αὐτῷ κεχαρισμένα.