Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

331 καὶ πάντα βασίλειον περὶ αὐτὸν σχῆμα ἦν ἀναλώμασιν τῶν ἰδιοξένων, μεγάλαι περιστάσεις ἐγίνοντο τῆς πληθύος ἐπιβοήσεις τε εὔφημοι ὁπόσα εἰκὸς τοῖς οὕτω παρʼ ἐλπίδα σωθεῖσιν συντυγχάνειν οὐδὲν ὅ τι οὐκ ἐπράσσετο.
332 Καίσαρι δὲ ὡς ἀφίκετο ἀγγελία ἡ περὶ αὐτοῦ, ἠπίστει μὲν διὰ τὸ μὴ ἂν ῥᾳδίως ἀπατηθῆναι Ἡρώδην ἐν πράγμασιν ἐπὶ μέγα ἀνήκουσιν αὐτῷ, διδοὺς δὲ τῇ ἐλπίδι Κέλαδον τῶν αὐτοῦ τινὰ ἐξελευθέρων ὡμιληκότα τοῖς μειρακίοις πέμπει κελεύσας ἀγαγεῖν εἰς ὄψιν αὐτῷ τὸν Ἀλέξανδρον. ὁ δὲ ἀνῆγεν οὐδέν τι βελτίων ἐπὶ τῇ κρίσει τῶν πολλῶν γενόμενος.
333 οὐ μὴν Καῖσάρ γε ἠπατᾶτο, ἀλλʼ ἦν μὲν ἐμφερής, οὐ μὴν ὥστε ἀπατῆσαι τοὺς σωφρόνως ἐκλογίζεσθαι δυναμένους· αὐτουργίᾳ τε γὰρ ἐτέτρυτο ὁ ψευδαλέξανδρος καὶ παρὰ τὸ ἐκείνῳ ῥαδαλὸν τοῦ σώματος ὑπὸ τρυφῆς καὶ γενναιότητος συνερχόμενον διὰ τὰ ἐναντία τῷδε ἐπισκληρότερον ἐξεβεβήκει τὸ σῶμα.
334 θεασάμενος οὖν συμπνευσμὸν ἐπὶ ψευδολογίᾳ διδασκάλου καὶ μαθητοῦ καὶ λόγων τολμηρῶν συγκρότησιν, ἐξήταζε περὶ Ἀριστοβούλου, τί καὶ γεγόνοι συνεκκλαπεὶς αὐτῷ, καὶ διʼ ἣν αἰτίαν οὐ παραγεγόνοι μεταποιούμενος τῆς ἀξίας, ἧς προσῆκε τυγχάνειν τοὺς οὕτω γεγονότας;
335 φαμένου δʼ ἐπὶ νήσου τῆς Κυπρίων καταλελεῖφθαι κινδύνων ὑφοράσει τῶν κατὰ θάλασσαν, εἰ περὶ αὐτῷ συσταίη τι δεινόν, μὴ παντελὲς ἐξαλείφοιτο τὸ Μαριάμμης γένος ἀλλὰ περιὼν Ἀριστόβουλος μένοι τοὺς ἐπιβεβουλευκότας,
336 ταῦτα διισχυριζομένου καὶ συνεστῶτος αὐτῷ τοῦ μηχανοποιοῦ τῆς πράξεως Καῖσαρ καταμόνας ἀπολαβὼν τὸ μειράκιον ἀλλὰ σοὶ μισθός, ἔφη, προκείσεται τοῦ μὴ καὶ πρὸς ἐμὲ ἀπάτῃ χρησομένου τὸ μὴ ἀπολούμενον τῆς σωτηρίας· φάθι δή μοι αὐτόν τε ὃς ὢν τυγχάνεις καὶ ὅς σε τοιάδε ᾖξε τολμῆσαι διανοεῖσθαι·
337 μεῖζον γὰρ τὸ ἐπιβούλευμα κακίας ἐγκεχείρηκας χρόνων οὓς γεγονὼς τυγχάνεις. καὶ δή, οὐ γὰρ ἦν ἄλλως πράσσειν, φράζει πρὸς τὸν Καίσαρα τὸ ἐπιβούλευμα, ὅν τε τρόπον καὶ ὑφʼ οὗ τυγχάνοι συγκείμενον. καὶ ὁ Καῖσαρ τὸν μὲν ψευδαλέξανδρον, οὐ γὰρ ἐψεύσατο ὁμολογίαν τὴν πρὸς αὐτόν, δραστήριον ὁρῶν αὐτουργῆσαι τῷ σώματι ἐρέσσειν ἐν τοῖς ναύταις καταλέγει, τὸν δὲ ἀναπείσαντα κτείνει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi