Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 17

352 Γλαφύρα, συνηγορεῖς ἄρα λόγῳ, ὃς ἄπιστα ἔλεγεν εἶναι γυναιξίν, εἰ συνομόσασά τέ μοι καὶ συγκατοικισθεῖσα παρθένος παίδων ἡμῖν γεγονότων λήθῃ παραδίδως ἔρωτας τοὺς ἐμοὺς δευτέρων ἐπιθυμίᾳ γάμων. πληθώρα δέ σοι οὐδʼ οὕτως ὕβρεως, ἀλλὰ καὶ τρίτον ἐτόλμησας σαυτῇ παρακατακλῖναι νυμφίον ἀπρεπῶς καὶ ἀναισχύντως ἐπεισιοῦσα οἴκῳ τῷ ἐμῷ, καὶ γάμον συντιθεμένη πρὸς Ἀρχέλαον ἄνδρα μὲν σεαυτῆς ἀδελφὸν δὲ ἡμέτερον.
353 ἀλλʼ οὐκ ἔγωγε λήθην ποιήσομαι εὐνοίας τῆς σῆς, ἀπαλλάξω δέ σε παντὸς τοῦ ὀνειδιοῦντος ἐμὴν ὥσπερ ἦν κατασκευασάμενος. ταῦτα διηγησαμένη πρὸς τὰς συνήθεις τῶν γυναικῶν μετʼ ὀλίγας ἡμέρας τελευτᾷ τὸν βίον.
354 Ἐγὼ δὲ οὐκ ἀλλότρια νομίσας αὐτὰ τῷδε τῷ λόγῳ εἶναι διὰ τὸ περὶ τῶν βασιλέων αὐτὸν ἐνεστηκέναι καὶ ἄλλως ἐπὶ παραδείγματι φέρειν τοῦ τε ἀμφὶ τὰς ψυχὰς ἀθανασίας ἐμφεροῦς καὶ τοῦ θείου προμηθείᾳ τὰ ἀνθρώπεια περιειληφότος τῇ αὐτοῦ, καλῶς ἔχειν ἐνόμισα εἰπεῖν. ὅτῳ δὲ ἀπιστεῖται τὰ τοιάδε γνώμης ὀνινάμενος τῆς ἑαυτοῦ κώλυμα οὐκ ἂν γένοιτο τῷ ἐπʼ ἀρετὴν αὐτῷ προστιθεμένῳ.
355 τῆς δʼ Ἀρχελάου χώρας ὑποτελοῦς προσνεμηθείσης τῇ Σύρων πέμπεται Κυρίνιος ὑπὸ Καίσαρος ἀνὴρ ὑπατικὸς ἀποτιμησόμενός τε τὰ ἐν Συρίᾳ καὶ τὸν Ἀρχελάου ἀποδωσόμενος οἶκον.
← Önceki 54 / 54

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi