Kitap 18
arg
Ὡς Κυρίνιος ὑπὸ Καίσαρος ἐπέμφθη τιμητὴς Συρίας καὶ Ἰουδαίας καὶ ἀποδωσόμενος τὴν Ἀρχελάου οὐσίαν.
arg
ὡς Κωπώνιος ἐκ τοῦ ἱππικοῦ τάγματος ἐπέμφθη ἔπαρχος Ἰουδαίας.
arg
ὡς Ἰούδας ὁ Γαλιλαῖος ἔπεισεν τὸ πλῆθος μὴ ἀπογράψασθαι τὰς οὐσίας, μέχρις Ἰώζαρος ὁ ἀρχιερεὺς ἔπεισεν αὐτοὺς μᾶλλον ὑπακοῦσαι Ῥωμαίοις.
arg
τίνες αἱρέσεις καὶ ὁπόσαι παρὰ Ἰουδαίοις φιλοσόφων καὶ τίνες οἱ νόμοι.
arg
ὡς Ἡρώδης καὶ Φίλιππος οἱ τετράρχαι πόλεις ἔκτισαν εἰς τιμὴν Καίσαρος.
arg
ὡς Σαμαρεῖς ὀστᾶ νεκρῶν διαρρίψαντες εἰς τὸ ἱερὸν τὸν λαὸν ἑπτὰ ἡμέρας ἐμίαναν.
arg
ὡς Σαλώμη ἡ ἀδελφὴ Ἡρώδου τελευτήσασα τὰ αὐτῆς κατέλιπεν Ἰουλίᾳ τῇ τοῦ Καίσαρος γαμετῇ.
arg
ὡς Πόντιος Πιλᾶτος ἠθέλησε κρύφα εἰς Ἱεροσόλυμα εἰσενέγκαι προτομὰς Καίσαρος, ὁ δὲ λαὸς οὐ κατεδέξατο στασιάσας.
arg
τὰ συμβάντα Ἰουδαίοις ἐν Ῥώμῃ κατὰ τοῦτον τὸν καιρὸν ὑπὸ τῶν Σαμαρέων.
arg
κατηγορία ὑπὸ Σαμαρέων Πιλάτου ἐπὶ Οὐιτελλίου καὶ ὡς Οὐιτέλλιος ἠνάγκασεν αὐτὸν ἀναβῆναι εἰς Ῥώμην λόγον τῶν πεπραγμένων ἀποδώσοντα.
arg
πόλεμος Ἡρώδου τοῦ τετράρχου πρὸς Ἀρέταν τὸν Ἀράβων βασιλέα καὶ ἧττα.
arg
ὡς Τιβέριος Καῖσαρ ἔγραψεν Οὐιτελλίῳ Ἀρταβάνην μὲν τὸν Πάρθον πεῖσαι ὁμήρους αὐτῷ πέμψαι, πρὸς Ἀρέταν δὲ πολεμεῖν.
arg
τελευτὴ Φιλίππου καὶ ὡς ἡ τετραρχία αὐτοῦ ἐπαρχία ἐγένετο.
arg
ἀπόπλους Ἀγρίππα εἰς Ῥώμην καὶ ὡς κατηγορηθεὶς ὑπὸ τοῦ ἰδίου ἀπελευθέρου ἐδέθη.
arg
ὃν τρόπον ἐλύθη ὑπὸ Γαΐου μετὰ τὴν Τιβερίου τελευτὴν καὶ ἐγένετο βασιλεὺς τῆς Φιλίππου τετραρχίας.
arg
ὡς Ἡρώδης ἀναβὰς εἰς Ῥώμην ἐξωρίσθη καὶ ὡς τὴν τετραρχίαν αὐτοῦ ἐδωρήσατο Γάιος Ἀγρίππᾳ.
arg
στάσις τῶν ἐν Ἀλεξανδρείᾳ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πρεσβεία ἀφ' ἑκατέρων πρὸς Γάιον.
arg
κατηγορία Ἰουδαίων ὑπὸ Ἀπίωνος καὶ τῶν συμπρέσβεων ἐπὶ τῷ μὴ ἔχειν Καίσαρος ἀνδριάντα.
arg
τὴν συμβᾶσαν φθορὰν τοῖς ἐν Βαβυλῶνι Ἰουδαίοις δι' Ἀσιναῖον καὶ Ἀνιλαῖον τοὺς ἀδελφούς.
arg
περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ.
1
Κυρίνιος δὲ τῶν εἰς τὴν βουλὴν συναγομένων ἀνὴρ τάς τε ἄλλας ἀρχὰς ἐπιτετελεκὼς καὶ διὰ πασῶν ὁδεύσας ὕπατος γενέσθαι τά τε ἄλλα ἀξιώματι μέγας σὺν ὀλίγοις ἐπὶ Συρίας παρῆν, ὑπὸ Καίσαρος δικαιοδότης τοῦ ἔθνους ἀπεσταλμένος καὶ τιμητὴς τῶν οὐσιῶν γενησόμενος,