Kitap 18
73
τῇ δὲ εὐκτὸς ὁ λόγος ἦν καὶ ταῖς τε φίλαις ἐνεκαλλωπίζετο τῇ ἐπὶ τοιούτοις ἀξιώσει τοῦ Ἀνούβιδος καὶ φράζει πρὸς τὸν ἄνδρα, δεῖπνόν τε αὐτῇ καὶ εὐνὴν τοῦ Ἀνούβιδος εἰσηγγέλθαι, συνεχώρει δʼ ἐκεῖνος τὴν σωφροσύνην τῆς γυναικὸς ἐξεπιστάμενος.
74
χωρεῖ οὖν εἰς τὸ τέμενος, καὶ δειπνήσασα, ὡς ὕπνου καιρὸς ἦν, κλεισθεισῶν τῶν θυρῶν ὑπὸ τοῦ ἱερέως ἔνδον ἐν τῷ νεῷ καὶ τὰ λύχνα ἐκποδὼν ἦν καὶ ὁ Μοῦνδος, προεκέκρυπτο γὰρ τῇδε, οὐχ ἡμάρτανεν ὁμιλιῶν τῶν πρὸς αὐτήν, παννύχιόν τε αὐτῷ διηκονήσατο ὑπειληφυῖα θεὸν εἶναι.
75
καὶ ἀπελθόντος πρότερον ἢ κίνησιν ἄρξασθαι τῶν ἱερέων, οἳ τὴν ἐπιβουλὴν ᾔδεσαν, ἡ Παυλῖνα πρωῒ ὡς τὸν ἄνδρα ἐλθοῦσα τὴν ἐπιφάνειαν ἐκδιηγεῖται τοῦ Ἀνούβιδος καὶ πρὸς τὰς φίλας ἐνελαμπρύνετο λόγοις τοῖς ἐπʼ αὐτῷ.
76
οἱ δὲ τὰ μὲν ἠπίστουν εἰς τὴν φύσιν τοῦ πράγματος ὁρῶντες, τὰ δʼ ἐν θαύματι καθίσταντο οὐκ ἔχοντες, ὡς χρὴ ἄπιστα αὐτὰ κρίνειν, ὁπότε εἴς τε τὴν σωφροσύνην καὶ τὸ ἀξίωμα ἀπίδοιεν αὐτῆς.
77
τρίτῃ δὲ ἡμέρᾳ μετὰ τὴν πρᾶξιν ὑπαντιάσας αὐτὴν ὁ Μοῦνδος Παυλῖνα, φησίν, ἀλλά μοι καὶ εἴκοσι μυριάδας διεσώσω δυναμένη οἴκῳ προσθέσθαι τῷ σαυτῆς διακονεῖσθαί τε ἐφʼ οἷς προεκαλούμην οὐκ ἐνέλιπες. ἃ μέντοι εἰς Μοῦνδον ὑβρίζειν ἐπειρῶ, μηδέν μοι μελῆσαν τῶν ὀνομάτων, ἀλλὰ τῆς ἐκ τοῦ πράγματος ἡδονῆς, Ἀνούβιον ὄνομα ἐθέμην αὐτῷ.
78
καὶ ὁ μὲν ἀπῄει ταῦτα εἰπών, ἡ δὲ εἰς ἔννοιαν τότε πρῶτον ἐλθοῦσα τοῦ τολμήματος περιρρήγνυταί τε τὴν στολὴν καὶ τἀνδρὶ δηλώσασα τοῦ παντὸς ἐπιβουλεύματος τὸ μέγεθος ἐδεῖτο μὴ περιῶφθαι βοηθείας τυγχάνειν·
79
ὁ δὲ τῷ αὐτοκράτορι ἐπεσήμηνε τὴν πρᾶξιν. καὶ ὁ Τιβέριος μαθήσεως ἀκριβοῦς αὐτῷ γενομένης ἐξετάσει τῶν ἱερέων ἐκείνους τε ἀνεσταύρωσεν καὶ τὴν Ἴδην ὀλέθρου γενομένην αἰτίαν καὶ τὰ πάντα ἐφʼ ὕβρει συνθεῖσαν τῆς γυναικός, τόν τε ναὸν καθεῖλεν καὶ τὸ ἄγαλμα τῆς Ἴσιδος εἰς τὸν Θύβριν ποταμὸν ἐκέλευσεν ἐμβαλεῖν. Μοῦνδον δὲ φυγῆς ἐτίμησε,