Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 18

80 κώλυμα τοῦ μὴ μειζόνως κολάζειν τὸ μετὰ ἔρωτος αὐτῷ ἡμαρτῆσθαι τὰ ἡμαρτημένα ἡγησάμενος. καὶ τὰ μὲν περὶ τὸ ἱερὸν τῆς Ἴσιδος τοῖς ἱερεῦσιν ὑβρισμένα τοιαῦτα ἦν. ἐπάνειμι δὲ ἐπὶ τὴν ἀφήγησιν τῶν ἐν Ῥώμῃ Ἰουδαίοις κατὰ τοῦτον τὸν χρόνον συντυχόντων, ὥς μοι καὶ προαπεσήμηνεν ὁ λόγος.
81 Ἦν ἀνὴρ Ἰουδαῖος, φυγὰς μὲν τῆς αὐτοῦ κατηγορίᾳ τε παραβάσεων νόμων τινῶν καὶ δέει τιμωρίας τῆς ἐπʼ αὐτοῖς, πονηρὸς δὲ εἰς τὰ πάντα. καὶ δὴ τότε ἐν τῇ Ῥώμῃ διαιτώμενος προσεποιεῖτο μὲν ἐξηγεῖσθαι σοφίαν νόμων τῶν Μωυσέως,
82 προσποιησάμενος δὲ τρεῖς ἄνδρας εἰς τὰ πάντα ὁμοιοτρόπους τούτοις ἐπιφοιτήσασαν Φουλβίαν τῶν ἐν ἀξιώματι γυναικῶν καὶ νομίμοις προσεληλυθυῖαν τοῖς Ἰουδαϊκοῖς πείθουσι πορφύραν καὶ χρυσὸν εἰς τὸ ἐν Ἱεροσολύμοις ἱερὸν διαπέμψασθαι, καὶ λαβόντες ἐπὶ χρείας τοῖς ἰδίοις ἀναλώμασιν αὐτὰ ποιοῦνται, ἐφʼ ὅπερ καὶ τὸ πρῶτον ἡ αἴτησις ἐπράσσετο.
83 καὶ ὁ Τιβέριος, ἀποσημαίνει γὰρ πρὸς αὐτὸν φίλος ὢν Σατορνῖνος τῆς Φουλβίας ἀνὴρ ἐπισκήψει τῆς γυναικός, κελεύει πᾶν τὸ Ἰουδαϊκὸν τῆς Ῥώμης ἀπελθεῖν.
84 οἱ δὲ ὕπατοι τετρακισχιλίους ἀνθρώπους ἐξ αὐτῶν στρατολογήσαντες ἔπεμψαν εἰς Σαρδὼ τὴν νῆσον, πλείστους δὲ ἐκόλασαν μὴ θέλοντας στρατεύεσθαι διὰ φυλακὴν τῶν πατρίων νόμων. καὶ οἱ μὲν δὴ διὰ κακίαν τεσσάρων ἀνδρῶν ἠλαύνοντο τῆς πόλεως.
85 Οὐκ ἀπήλλακτο δὲ θορύβου καὶ τὸ Σαμαρέων ἔθνος· συστρέφει γὰρ αὐτοὺς ἀνὴρ ἐν ὀλίγῳ τὸ ψεῦδος τιθέμενος κἀφʼ ἡδονῇ τῆς πληθύος τεχνάζων τὰ πάντα, κελεύων ἐπὶ τὸ Γαριζεὶν ὄρος αὐτῷ συνελθεῖν, ὃ ἁγνότατον αὐτοῖς ὀρῶν ὑπείληπται, ἰσχυρίζετό τε παραγενομένοις δείξειν τὰ ἱερὰ σκεύη τῇδε κατορωρυγμένα Μωυσέως τῇδε αὐτῶν ποιησαμένου κατάθεσιν.
86 οἱ δὲ ἐν ὅπλοις τε ἦσαν πιθανὸν ἡγούμενοι τὸν λόγον, καὶ καθίσαντες ἔν τινι κώμῃ, Τιραθανὰ λέγεται, παρελάμβανον τοὺς ἐπισυλλεγομένους ὡς μεγάλῳ πλήθει τὴν ἀνάβασιν εἰς τὸ ὄρος ποιησόμενοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi