Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 18

143 Ἡρώδου τοῦ βασιλέως ὀλίγον πρὸ τῆς τελευτῆς Ἀγρίππας ἐν Ῥώμῃ διαιτώμενος καὶ ὁμοτροφίας καὶ συνηθείας αὐτῷ πολλῆς γενομένης πρὸς Δροῦσον τὸν Τιβερίου τοῦ αὐτοκράτορος υἱὸν καὶ Ἀντωνίᾳ τῇ Δρούσου τοῦ μεγάλου γυναικὶ εἰς φιλίαν ἀφίκετο, Βερενίκης τῆς μητρὸς τιμωμένης παρʼ αὐτῇ καὶ προαγωγῶν ἠξιωκυίας τὸν υἱόν.
144 φύσει δὲ μέγας ὢν ὁ Ἀγρίππας καὶ δωρεῖσθαι πολυτελὴς ζώσης μὲν τῆς μητρὸς οὐκ ἐξέφαινε τῆς ψυχῆς τὸ θέλον διαδιδράσκειν αὐτῆς ἠξιωκὼς τὴν ἐπὶ τοῖς τοιούτοις γενομένην ὀργήν,
145 ἐπεὶ δὲ Βερενίκη τελευτᾷ, γενόμενος ἐπὶ τῷ αὐτοῦ τρόπῳ, τὰ μὲν εἰς πολυτέλειαν τῆς καθʼ ἡμέραν διαίτης, τὰ δʼ εἰς τῶν δωρεῶν τὸ μὴ μέτρῳ προϊέμενον ἀνάλωσε τῶν χρημάτων, τὰ πλεῖστα δʼ εἰς τοὺς Καίσαρος ἀπελευθέρους ἐτετέλεστο ἐλπίδι πράξεως τῆς αὐτῶν, πενία τε ἐν ὀλίγῳ περὶ αὐτὸν ἦν.
146 καὶ τοῦτο ἦν κώλυμα τῆς ἐν Ῥώμῃ διαίτης, καὶ ὁ Τιβέριος τοῖς φίλοις τοῦ υἱέος τετελευτηκότος ἀπειπὼν φοιτᾶν εἰς ὄψιν αὐτῷ, διὰ τὸ ἀνερεθίζεσθαι πρὸς τὸ λυπεῖσθαι μνημονεύων τοῦ παιδὸς θεωρίᾳ τῇ ἐκείνων.
147 Διὰ μὲν δὴ ταῦτα ἐπὶ τῆς Ἰουδαίας πλέων ᾤχετο κακοπραγῶν καὶ τεταπεινωμένος ὀλέθρῳ τε ὧν εἶχεν χρημάτων καὶ ἀπορίᾳ τοῦ ἐκτίσοντος τὰ χρέα τοῖς δανεισταῖς πολλοῖς τε οὖσιν καὶ ἀλεωρὰν οὐδʼ ἡντινοῦν ἐνδιδοῦσιν, ὥστε ἀπορίᾳ τῶν ποιητέων καὶ αἰσχύνῃ τῇ ἐπʼ αὐτοῖς ὑποχωρήσας εἴς τινα πύργον ἐν Μαλάθοις τῆς Ἰδουμαίας ἐν περινοίᾳ τοῦ μεταστήσοντος αὑτὸν ἦν.
148 αἰσθάνεται δʼ αὐτοῦ τὴν διάνοιαν Κύπρος ἡ γυνὴ παντοία τε ἦν ἀπείργουσα τῶν ἐπὶ τοιούτοις βουλευμάτων. διαπέμπεται δὲ καὶ ὡς τὴν ἀδελφὴν αὐτοῦ Ἡρωδιάδα Ἡρώδῃ τῷ τετράρχῃ συνοικοῦσαν γράμματα, δηλοῦσα τό τε ἐπὶ τοιούτοις τοῦ Ἀγρίππα προβουλεῦσαν καὶ τὴν ἀνάγκην, ἣ ἐπʼ αὐτὰ ἐξήγαγεν·
149 ἐκέλευέν τε συγγενῆ οὖσαν βοηθεῖν θεωροῦσαν, ὡς αὐτὴ παντοίως ὡς κουφίζοι τὸν ἄνδρα καὶ ταῦτα ἐξ ὁμοίων ἀφορμῶν. οἱ δὲ μεταπέμψαντες αὐτὸν οἰκητήριον ἀπέδειξαν Τιβεριάδα καί τι καὶ ἀργύριον ὥρισαν εἰς τὴν δίαιταν, ἀγορανομίᾳ τε τῆς Τιβεριάδος ἐτίμησαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi