Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 18

150 οὐ μὴν ἐπὶ πλεῖόν γε Ἡρώδης ἐνέμεινε τοῖς δεδογμένοις, καίτοι γε οὐδʼ ὣς ἀρκοῦντα ἦν· ἐν γὰρ Τύρῳ παρὰ συνουσίαν ὑπὸ οἴνου γενομένων αὐτοῖς λοιδοριῶν, ἀνεκτὸν οὐχ ἡγησάμενος Ἀγρίππας τοῦ Ἡρώδου τε ἐπονειδίσαντος εἰς ἀπορίαν καὶ τροφῆς ἀναγκαίας μετάδοσιν, ὡς Φλάκκον τὸν ὑπατικὸν εἴσεισιν φίλον ἐπὶ Ῥώμης τὰ μάλιστα αὐτῷ γεγονότα πρότερον· Συρίαν δὲ ἐν τῷ τότε διεῖπεν.
151 Καὶ δεξαμένου Φλάκκου παρὰ τούτῳ διῆγεν παρακατεσχηκότος αὐτὸν ἐκεῖ Ἀριστοβούλου, ὃς ἀδελφὸς ὢν Ἀγρίππου διάφορός τʼ ἦν. οὐ μὴν ἐβλάπτοντο ἔχθρᾳ τῇ ἀλλήλων, ὥστε μὴ φιλίᾳ τοῦ ὑπατικοῦ τὰ εἰκότα τιμὴν φέρεσθαι.
152 οὐ μὴν ὅ γε Ἀριστόβουλος ἀνίει τι τοῦ πρὸς τὸν Ἀγρίππαν δυσμενοῦς μέχρι καὶ εἰς ἔχθραν αὐτὸν Φλάκκῳ καθίστησιν, αἰτίαν τοιαύτην ἐπὶ τῇ δυσμενείᾳ παραλαβών.
153 Δαμασκηνοὶ Σιδωνίοις περὶ ὅρων διάφοροι καθεστῶτες, μέλλοντος Φλάκκου περὶ τούτων ἀκροᾶσθαι μαθόντες τὸν Ἀγρίππαν ὡς παρʼ αὐτῷ μέγα δύναιτʼ ἂν ἠξίουν μερίδος τῆς αὐτῶν γενέσθαι, ἀργύριόν τε πλεῖστον ὡμολογεῖτο αὐτῷ.
154 καὶ ὁ μὲν πάντα ἐπὶ τῇ βοηθείᾳ τῶν Δαμασκηνῶν ὥρμητο πράσσειν. Ἀριστόβουλος δέ, οὐ γὰρ ἐλάνθανεν αὐτὸν ἡ ὁμολογία τῶν χρημάτων, καταγορεύει πρὸς τὸν Φλάκκον. καὶ βασανιζομένου τοῦ πράγματος ἐπεὶ φανερὰ ἦν, ἐξωθεῖ τὸν Ἀγρίππαν φιλίας τῆς πρὸς αὐτόν.
155 ὁ δὲ εἰς ὑστάτην περιωσμένος ἀπορίαν εἰς Πτολεμαΐδα παρῆν, καὶ κατὰ τὸ ἄπορον τῆς ἀλλαχόθι διαίτης γνώμην ἐποιεῖτο ἐπὶ τῆς Ἰταλίας πλεῖν. εἰργόμενος δὲ χρημάτων ἀπορίᾳ ἠξίου Μαρσύαν ὄντα αὐτοῦ ἀπελεύθερον ποριστὴν γενέσθαι τῶν ἐπὶ τοιούτοις μηχανῶν δανεισάμενον παρά τινος.
156 καὶ ὁ Μαρσύας Πρῶτον κελεύει Βερενίκης ὄντα ἀπελεύθερον τῆς Ἀγρίππου μητρός, διαθήκης δὲ τῆς ἐκείνου δικαίῳ ὑποτελοῦντα τῆς Ἀντωνίας, αὐτῷ γοῦν παρασχεῖν ἐπὶ γράμματι καὶ πίστει τῇ αὐτοῦ.
157 ὁ δέ, ἐπεκάλει γὰρ τῷ Ἀγρίππᾳ χρημάτων τινῶν ἀποστέρησιν, ἀναγκάζει τὸν Μαρσύαν δύο μυριάδων Ἀτθίδων συμβόλαιον ποιησάμενον πεντακοσίαις καὶ δισχιλίαις ἔλασσον λαμβάνειν. συνεχώρει δʼ ἐκεῖνος κατὰ τὸ μὴ εἶναι ἄλλως ποιεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi