Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 18

176 διὰ τάδε οὖν καὐτὸς ὑπὸ πολλῶν τῶν κλοπῶν διεφθαρμένοις τοῖς ὑποτελέσιν προμηθὲς εἶναι μὴ συνεχὲς ἐξαποστέλλειν τοὺς ἡγησομένους, οἳ ἐν τρόπῳ μυιῶν ἐκπολεμοῖεν αὐτούς, φύσει πρὸς κέρδος ὀρωρεγμένοις σύμμαχον παραλαμβάνοντες τὴν ἐλπίδα τοῦ ταχέως ἀφαιρεθησομένου τὴν ἐνθένδε ἡδονήν.
177 μαρτυρήσει δέ μου τῷ λόγῳ περὶ τῆς ἐπὶ τοιούτοις φύσεως Τιβερίου τὸ ἔργον αὐτό· ἔτη γὰρ δύο πρὸς τοῖς εἴκοσιν αὐτοκράτωρ γενόμενος δύο τοὺς πάντας Ἰουδαίοις ἐξέπεμψεν διοικήσοντας τὸ ἔθνος, Γρᾶτον τε καὶ Πιλᾶτον, ὃς αὐτῷ διεδέξατο τὴν ἡγεμονίαν.
178 καὶ οὐκ ἐπὶ μὲν Ἰουδαίων τοιοῦτος ἦν, ἑτεροῖος δὲ ἐπὶ τῶν λοιπῶν ὑπηκόων. ἀλλὰ καὶ τῶν δεσμωτῶν τὴν ὑπερβολὴν τῆς ἀκροάσεως ἀπεσήμαινεν ὑπὸ τοῦ δικαιωθεῖσι μὲν θανάτῳ κούφισιν γενέσθαι τῶν ἐνεστηκότων κακῶν, διὰ τὸ μὴ ἐπʼ ἀρετῇ τῶν ἐπὶ τοιούτοις τύχῃ συνελθεῖν, τριβομένοις δὲ ἀχθηδόνι τῇ ἐπικειμένῃ μείζονα προσρέπειν τὴν δυστυχίαν.
179 Διὰ μὲν δὴ τάδε καὶ Εὔτυχος ἀκροάσεώς τε οὐκ ἐτύγχανε· καὶ δεσμοῖς ἐνείχετο. χρόνου δὲ ἐγγενομένου Τιβέριός τε ἐκ τῶν Καπρεῶν εἰς Τουσκουλανὸν παραγίνεται ὅσον ἀπὸ σταδίων ἑκατὸν τῆς Ῥώμης, καὶ ὁ Ἀγρίππας ἀξιοῖ τὴν Ἀντωνίαν διαπράξασθαι γενέσθαι τῷ Εὐτύχῳ τὴν ἀκρόασιν ἐφʼ οἷστισι τὴν κατηγορίαν ποιοῖτο αὐτοῦ.
180 τιμία δὲ ἦν Ἀντωνία Τιβερίῳ εἰς τὰ πάντα συγγενείας τε ἀξιώματι, Δρούσου γὰρ ἦν ἀδελφοῦ αὐτοῦ γυνή, καὶ ἀρετῇ τοῦ σώφρονος· νέα γὰρ χηρεύειν παρέμεινεν γάμῳ τε ἀπεῖπεν τῷ πρὸς ἕτερον καίπερ τοῦ Σεβαστοῦ κελεύοντός τινι γαμεῖσθαι, καὶ λοιδοριῶν ἀπηλλαγμένον διεσώσατο αὐτῆς τὸν βίον.
181 ἰδίᾳ τε εὐεργέτις ἦν εἰς τὰ μέγιστα τοῦ Τιβερίου· ἐπιβουλῆς γὰρ μεγάλης συστάσης ἐπʼ αὐτὸν ὑπὸ Σηιάνου φίλου τε ἀνδρὸς καὶ δύναμιν ἐν τῷ τότε μεγίστην ἔχοντος διὰ τὸ τῶν στρατευμάτων εἶναι ἡγεμονίαν αὐτῷ, καὶ τῆς τε βουλῆς οἱ πολλοὶ καὶ τῶν ἀπελευθέρων προσέθεντο καὶ τὸ στρατιωτικὸν διέφθαρτο, προυκοπτέν τε ἡ ἐπιβουλὴ ἐπὶ μέγα κἂν ἐπέπρακτο Σηιάνῳ τὸ ἔργον μὴ τῆς Ἀντωνίας τόλμῃ χρησαμένης σοφωτέρᾳ τῆς Σηιάνου κακουργίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi