Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 18

195 Ἀγρίππας δὲ τότε δεθεὶς εἱστήκει πρὸ τοῦ βασιλείου πρός τινι δένδρῳ κλιθεὶς ὑπὸ ἀθυμίας μετὰ πολλῶν οἳ ἐδέδεντο. καί τινος ὀρνέου καθίσαντος ἐπὶ τοῦ δένδρου, ᾧ Ἀγρίππας προσεκέκλιτο, βουβῶνα δὲ οἱ Ῥωμαῖοι τὸν ὄρνιν τοῦτον καλοῦσιν, τῶν δεσμωτῶν τις Γερμανὸς θεασάμενος ἤρετο τὸν στρατιώτην, ὅστις εἴη ὁ ἐν τῇ πορφυρίδι.
196 καὶ μαθὼν μὲν Ἀγρίππαν ὄνομα αὐτῷ, Ἰουδαῖον δὲ τὸ γένος καὶ τῶν ἐκείνῃ ἀξιολογωτάτων, ἠξίωσεν τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν διὰ λόγων· βούλεσθαι γάρ τινα ἀμφὶ τῶν πατρίων ἔρεσθαι αὐτόν.
197 καὶ τυχών, ἐπεὶ πλησίον ἵσταται, διʼ ἑρμηνέως ὦ νεανία, φησίν, καταχθεῖ μέν σε τὸ αἰφνίδιον τῆς μεταβολῆς πολλήν τε οὕτως καὶ ἀθρόαν ἐπαγαγὸν τὴν τύχην, ἀπιστία δέ σοι λόγων, οἳ ἐπὶ διαφυγῇ κακοῦ τοῦ ἐφεστηκότος διαιροῖντο τοῦ θείου τὴν πρόνοιαν.
198 ἴσθι γε μήν, θεοὺς τοὺς ἐμοὶ πατρῴους καὶ τοὺς τοῖσδε ἐγχωρίους, οἳ τόνδε ἐπρυτάνευσαν ἡμῖν τὸν σίδηρον, ἐπομνύμενος λέξω τὰ πάντα οὔτε ἡδονῇ γλωσσάργῳ διδοὺς τὸν ἐπʼ αὐτοῖς λόγον οὔτε διακενῆς εὐθυμεῖν σε ἐσπουδακώς.
199 αἱ γὰρ ἐπὶ τοιοῖσδε προαγορεύσεις ὑστερηκότος τοῦ ἀποδείξοντος ἔργου χαλεπωτέραν προστίθενται τὴν ἀχθηδόνα τοῦ μηδʼ εἰ τὴν ἀρχὴν ἀκροάσαιτο αὐτῶν. ἀλλὰ καὶ τὸ ἐμὸν κινδύνοις παραβαλλόμενος δίκαιον ἡγησάμην σοι διασαφῆσαι τὴν προαγόρευσιν τῶν θεῶν.
200 οὐκ ἔσθʼ ὅπως οὐκ εὐθέως ἀπαλλαγή τέ σοι τῶνδε τῶν δεσμῶν παρέσται καὶ πρόοδος ἐπὶ μήκιστον ἀξιώματός τε καὶ δυνάμεως, ζηλωτός τε ἂν γένοιο πᾶσιν, οἳ νῦν διʼ οἴκτου τὰς τύχας σου λαμβάνουσιν, εὐδαίμονά τε ἂν ποιοῖο τὴν τελευτὴν παισίν, οἷς ἔσῃ τὸν βίον καταλειπόμενος. μνημονεύειν δέ, ὁπότε εἰσαῦθις τὸν ὄρνιν θεάσαιο τοῦτον, πέντε ἡμέραις σοι τὴν τελευτὴν ἐσομένην.
201 ταῦτα πεπράξεται μὲν ᾗπερ ἀποσημαίνει τοῦ θεοῦ τὸ ἐξαποστεῖλαν τουτονὶ τὸν ὄρνιν. προγνώσει τε αὐτῶν σύνεσιν τὴν παραγενομένην ἀποστερεῖν σε ἄδικον ἡγησάμην, ὅπως ἐπιστάμενος ἀγαθοῦ μέλλοντος λυσιτελεῖν ἐν ὀλίγῳ τὴν ἀχθηδόνα τοῦ παρόντος τιθοῖο. μνήμην δὲ ποιεῖσθαι εἰς χεῖράς σου παραγενομένου τοῦ εὐδαίμονος καὶ τοῦ καθʼ ἡμᾶς διαφευξομένου δυστυχίαν, ᾗ τανῦν σύνεσμεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi