Kitap 18
243
ἀλλʼ εἰ καὶ πρότερόν γε, Ἡρώδη, μηδὲν ἐλύπει σε τὸ ἐν ἐλάσσονι τιμῇ πατρὸς οὗ γέγονας εἶναι, νῦν γοῦν ὀρέχθητι συγγενοῦς ἀξιώματος μηδὲ ὑπόμενε ἡσσᾶσθαι προύχοντι τιμῆς ἀνδρὶ πλοῦτον τεθεραπευκότι τὸν σόν, μηδὲ πενίαν ἀποφήνῃς τὴν ἐκείνου τῆς ἡμετέρας εὐπορίας ἀρετῇ μᾶλλον χρῆσθαι δυναμένην, μηδὲ δευτερεύειν ἀνεπαίσχυντον ἡγοῦ τῶν χθές τε καὶ πρῴην ἐλέῳ τῷ σῷ διαβεβιωκότων.
244
ἀλλʼ ἐπὶ τῆς Ῥώμης ἴωμεν, καὶ μήτε πόνου φειδώ τις ἔστω μήτε ἀργυρίου δαπάνης καὶ χρυσίου, διὰ τὸ μὴ ἐπʼ οὐδαμινοῖς ἐν βελτίοσιν γενέσθαι τὴν τήρησιν αὐτῶν ἀναλώσεως τῆς ἐπὶ κτήσει βασιλείας ἐσομένης.
245
Ὁ δὲ τέως μὲν ἀπεμάχετο ἀγαπῶν τὴν ἡσυχίαν καὶ τῆς Ῥώμης τὸν ὄχλον διʼ ὑποψίας λαμβάνων ἀναδιδάσκειν τε αὐτὴν ἐπειρᾶτο, ἡ δʼ ἐφʼ ὅσον ἐξαναχωροῦντα ἑώρα μειζόνως ἐπέκειτο κελεύουσα μὴ ἀνιέναι πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ.
246
καὶ πέρας οὐκ ἀνῆκεν ἕως ἐξενίκησεν αὐτὸν ὁμογνώμονα αὐτῇ ἀκουσίως γενέσθαι διὰ τὸ μὴ εἶναι ἄλλως ἀποφυγεῖν αὐτῆς τὸ ἐπὶ τοιούτοις ψηφισάμενον, παρασκευασάμενός τε ὡς ἐνῆν πολυτελῶς καὶ φειδοῖ μηδενὸς χρώμενος ἀνήγετο ἐπὶ τῆς Ῥώμης ἅμα καὶ τὴν Ἡρωδιάδα ἀγόμενος.
247
Ἀγρίππας δὲ τήν τε διάνοιαν αὐτῶν καὶ τὴν παρασκευὴν αἰσθόμενος καὶ αὐτὸς παρεσκευάζετο, ἐπεί τε ἐκπεπλευκότας ἀκούει, πέμπει καὶ αὐτὸς ἐπὶ τῆς Ῥώμης Φορτουνᾶτον αὐτοῦ τῶν ἀπελευθέρων δῶρά τε κομίζοντα τῷ αὐτοκράτορι καὶ ἐπιστολὰς κατὰ τοῦ Ἡρώδου τὰ δὲ καὶ αὐτὸν διδάξοντα ᾗ καιρὸς τὸν Γάιον.
248
ὁ δὲ ἐπαναχθεὶς τοῖς ἀμφὶ τὸν Ἡρώδην καὶ δεξιῷ χρησάμενος τῷ πλῷ τοσόνδε ἀπελίπετο τοῦ Ἡρώδου, ὥστε τὸν μὲν ἐντυχεῖν Γαΐῳ, ὁ δὲ ἐπικατάγεται καὶ τὰς ἐπιστολὰς ἀπεδίδου. καὶ προσέπλευσαν ἀμφότεροι Δικαιαρχείᾳ καὶ τὸν Γάιον ἐν Βαΐαις λαμβάνουσιν.
249
πολύδριον δʼ ἐστὶ καὶ τοῦτο τῆς Καμπανίας ὅσον ἀπὸ σταδίων πέντε τῆς Δικαιαρχείας κείμενον, βασίλειοί τέ εἰσιν οἰκήσεις αὐτόθι πολυτελέσι κεχρημέναι κατασκευαῖς φιλοτιμηθέντος τῶν αὐτοκρατόρων ἑκάστου τοὺς προγεγονότας ὑπερβάλλεσθαι, λουτρά τε παρέχεται τὸ χωρίον θερμὰ γῆθεν αὐτόματα ἀνιέντα ἀγαθὰ ἐπί τε ἰάσει τοῖς χρωμένοις καὶ ἄλλως τῷ ἀνειμένῳ τῆς διαίτης συμφέροντα.