Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 18

264 εἰ δέ σοι πάντως πρόκειται τὸν ἀνδριάντα φέρειν καὶ ἱστᾶν, ἡμᾶς αὐτοὺς πρότερον μεταχειρισάμενος πρᾶσσε τὰ δεδογμένα· οὐδὲ γὰρ δυνάμεθα περιόντες θεωρεῖν πράγματα ἡμῖν ἀπηγορευμένα ἀξιώματί τε τοῦ νομοθέτου καὶ προπατόρων τῶν ἡμετέρων τῶν εἰς ἀρετὴν ἀνήκειν αὐτὰ κεχειροτονηκότων. Πετρώνιος δὲ ὀργὴν λαβὼν εἶπεν·
265 ἀλλʼ εἰ μὲν αὐτοκράτωρ ὢν βουλεύμασι χρῆσθαι τοῖς ἐμαυτοῦ τάδε πράσσειν ἐπενόουν, κἂν δίκαιος ἦν ὑμῖν πρός με οὗτος ὁ λόγος. νυνὶ δέ μοι Καίσαρος ἐπεσταλκότος πᾶσα ἀνάγκη διακονεῖσθαι τοῖς ἐκείνῳ προανεψηφισμένοις διὰ τὸ εἰς ἀνηκεστοτέραν φέρειν ζημίαν τὴν παρακρόασιν αὐτῶν. ἐπεὶ τοίνυν οὕτως φρονεῖς,
266 ὦ Πετρώνιε, φασὶν οἱ Ἰουδαῖοι, ὡς μὴ ἂν ἐπιστολὰς τὰς Γαΐου παρελθεῖν, οὐδʼ ἂν αὐτοὶ παραβαίημεν τοῦ νόμου τὴν προαγόρευσιν θεοῦ πεισθέντες ἀρετῇ καὶ προγόνων πόνοις τῶν ἡμετέρων εἰς νῦν ἀπαράβατοι μεμενηκότες, οὐδʼ ἂν τολμήσαιμεν ἐπὶ τοσοῦτον κακοὶ γενέσθαι, ὥστε ὁπόσα ἐκείνῳ δόξειεν μὴ πρασσόμενα ἀγαθοῦ ῥοπὴν ἡμῖν φέρειν αὐτοὶ παραβαίνειν ποτʼ ἂν θάνατον φοβηθέντες.
267 ὑπομενοῦμεν δὲ εἰς τύχας ἰόντες ἐπὶ φυλακῇ τε πατρίων καὶ κινδυνεύειν προθεμένοις ἐλπίδα οὖσαν ἐξεπιστάμενοι κἂν περιγενέσθαι διά τε τοῦ θεοῦ τὸ στησόμενον μεθʼ ἡμῶν ἐπὶ τιμῇ τε τῇ ἐκείνου τὰ δεινὰ ὑποδεχομένων καὶ τῆς τύχης τὸ ἐπʼ ἀμφότερα φιλοῦν τοῖς πράγμασι παρατυγχάνειν,
268 ἐκ δὲ τοῦ σοὶ πείθεσθαι πολλὴν μὲν λοιδορίαν τοῦ ἀνάνδρου προσκεισομένην ὡς διʼ αὐτὸ παράβασιν τοῦ νομίμου προσποιουμένοις, καὶ ἅμα πολλὴν ὀργὴν τοῦ θεοῦ, ὃς καὶ παρὰ σοὶ δικαστῇ γένοιτʼ ἂν βελτίων Γαΐου.
269 Καὶ ὁ Πετρώνιος ἐκ τῶν λόγων θεασάμενος δυσνίκητον αὐτῶν τὸ φρονοῦν καὶ μὴ ἂν ἀμαχεὶ δύναμιν αὐτῷ γενέσθαι διακονήσασθαι Γαΐῳ τὴν ἀνάθεσιν τοῦ ἀνδριάντος πολὺν δὲ ἔσεσθαι φόνον, τούς τε φίλους ἀναλαβὼν καὶ θεραπείαν, ἣ περὶ αὐτὸν ἦν, ἐπὶ Τιβεριάδος ἠπείγετο χρῄζων κατανοῆσαι τῶν Ἰουδαίων τὰ πράγματα ὡς ἔχοι.
270 καὶ Ἰουδαῖοι μέγαν ἡγούμενοι τὸν ἐκ τοῦ πρὸς Ῥωμαίους πολέμου κίνδυνον, πολὺ μείζονα δὲ κρίνοντες τὸν ἐκ τοῦ παρανομεῖν, αὖθις πολλαὶ μυριάδες ὑπηντίαζον Πετρώνιον εἰς τὴν Τιβεριάδα γενόμενον,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi