Kitap 18
298
Καὶ ὁ μὲν καίπερ ἐπικίνδυνον τοῦτο ἡγούμενος, εἰ γὰρ μὴ πιθανὰ ἔκρινε Γάιος, οὐδὲν ἄλλο ἢ ἐς θάνατον ἔφερεν, διὰ τὸ μεγάλα νομίζειν τε καὶ εἶναι κύβον ἀναρριπτεῖν τὸν ἐπʼ αὐτοῖς ἡγεῖτο.
299
Γάιος δὲ καὶ ἅμα τε τῇ θεραπείᾳ τοῦ Ἀγρίππου ἀνειλημμένος καὶ ἄλλως ἀπρεπὲς ὑπολαμβάνων ἐπὶ τοσῶνδε μαρτύρων ψευδὴς γενέσθαι περὶ ὧν προθύμως ἐβιάζετο αἰτεῖσθαι τὸν Ἀγρίππαν μετὰ τοῦ ὀξέος μεταμέλῳ χρώμενος,
300
ἅμα δὲ καὶ τοῦ Ἀγρίππου τὴν ἀρετὴν θαυμάσας, ἐν ὀλίγῳ αὔξειν τὴν οἰκείαν ἀρχὴν ἤτοι προσόδοις χρημάτων ἢ ἄλλῃ δυνάμει τοῦ κοινοῦ δὲ τῆς εὐθυμίας ἐπιμελοῖτο πρεσβεύων τοὺς νόμους καὶ τὸ θεῖον, συνεχώρει καὶ γράφει πρὸς τὸν Πετρώνιον, ἐκεῖνον τῆς τε ἀθροίσεως τοῦ στρατεύματος ἐπαινῶν καὶ τοῦ πρὸς αὐτὸν περὶ αὐτῶν ἐπεσταλκότος·
301
νῦν οὖν εἰ μὲν φθάνεις τὸν ἀνδριάντα ἑστακώς, ἑστάτω· εἰ δὲ μήπω πεποίησαι τὴν ἀνάθεσιν, μηδὲν περαιτέρω κακοπαθεῖν, ἀλλὰ τόν τε στρατὸν διάλυε καὶ αὐτὸς ἐφʼ ἃ τὸ πρῶτόν σε ἔστειλα ἄπιθι· οὐδὲν γὰρ ἔτι δέομαι τῆς ἀναστάσεως τοῦ ἀνδριάντος Ἀγρίππᾳ χαριζόμενος ἀνδρὶ παρʼ ἐμοὶ τιμωμένῳ μειζόνως ἢ ὥστε με χρείᾳ τῇ ἐκείνου καὶ οἷς κελεύσειεν ἀντειπεῖν.
302
Γάιος μὲν δὴ ταῦτα γράφει πρὸς τὸν Πετρώνιον πρότερον ἢ ἐντυχεῖν ἐπὶ ἀποστάσει καταδόξας αὐτοὺς ἐπείγεσθαι, μηδὲν γὰρ ἕτερον ἀποσημαίνειν τὴν διάνοιαν αὐτῶν, ἀλλὰ πόλεμον ἄντικρυς Ῥωμαίοις ἀπειλεῖν.
303
καὶ περιαλγήσας ὡς ἐπὶ πείρᾳ τῆς ἡγεμονίας αὐτοῦ τετολμηκότων, ἀνὴρ ἐπὶ πᾶσιν ἥσσων μὲν τοῦ αἰσχροῦ, κρείσσων δὲ τοῦ βελτίστου καὶ ἐφʼ οἷστισι κρίνειεν ὀργῇ χρῆσθαι παρʼ ὁντινοῦν ἐπειγόμενος παίδευσιν αὐτῆς οὐδʼ ἡντινοῦν προστιθείς, ἀλλʼ ἐφʼ ἡδονῇ τιθεὶς τῇ ἐκείνης τὴν κρίσιν τοῦ εὐδαίμονος, γράφει πρὸς τὸν Πετρώνιον·
304
ἐπειδὴ δῶρα ὁπόσα σοι οἱ Ἰουδαῖοι παρέσχον ἐν μείζονι λόγῳ τῶν ἐμῶν πεποίησαι ἐντολῶν διακονεῖσθαι τὰ πάντα ἡδονῇ τῇ ἐκείνων ἀρθεὶς ἐπὶ παραβάσει τῶν ἐμῶν ἐντολῶν, κελεύω σε σαυτῷ. κριτὴν γενόμενον λογίσασθαι περὶ τοῦ ποιητέου σοι ὑποστάντα ὀργῇ τῇ ἐμῇ, ἐπεί τοι παράδειγμα ποιοῖντό σε οἵ τε νῦν πάντες καὶ ὁπόσοι ὕστεροι γένοιντʼ ἄν, μηδαμῶς ἀκυροῦν αὐτοκράτορος ἀνδρὸς ἐντολάς.