Kitap 18
305
Ταύτην μὲν γράφει Πετρωνίῳ τὴν ἐπιστολήν, οὐ μὴν φθάνει γε ζῶντος Πετρώνιος δεξάμενος αὐτὴν βραδυνθέντος τοῦ πλοῦ τοῖς φέρουσιν εἰς τοσόνδε, ὥστε Πετρωνίῳ γράμματα πρὸ αὐτῆς ἀφικέσθαι, διʼ ὧν μανθάνει τὴν Γαΐου τελευτήν.
306
θεὸς γὰρ οὐκ ἄρʼ ἀμνημονήσειν ἔμελλε Πετρωνίῳ κινδύνων, οὓς ἀνειλήφει ἐπὶ τῇ τῶν Ἰουδαίων χάριτι καὶ τιμῇ τῇ αὐτοῦ, ἀλλὰ τὸν Γάιον ἀποσκευασάμενος ὀργῆς ὧν ἐπὶ σεβασμῷ τῷ αὐτοῦ πράσσειν ἐτόλμησε, τὸν μισθὸν χρεολυτεῖν συνευεργετεῖν τῷ Πετρωνίῳ ἥ τε Ῥώμη καὶ πᾶσα ἡ ἀρχή, μάλιστα δʼ ὁπόσοι τῆς βουλῆς προύχοιεν ἀξιώματι, διὰ τὸ εἰς ἐκείνους ἀκράτῳ τῇ ὀργῇ χρῆσθαι τὸν Γάιον.
307
καὶ τελευτᾷ μὲν οὐ μετὰ πολὺν χρόνον ἢ γράψαι τῷ Πετρωνίῳ τὴν ἐπὶ τῷ θανεῖν ἀνακειμένην ἐπιστολήν, τὴν δʼ αἰτίαν, ἐξ ἧς τελευτᾷ, καὶ τῆς ἐπιβουλῆς τὸν τρόπον ἀφηγήσομαι προϊόντος τοῦ λόγου.
308
Πετρωνίῳ δὲ προτέρα μὲν παρῆν ἡ διασαφοῦσα τοῦ Γαΐου τὴν τελευτὴν ἐπιστολή, μετʼ οὐ πολὺ δὲ ἡ κελεύουσα αὐτὸν τελευτᾶν αὐτόχειρα, καὶ ἥσθη τε τῇ συντυχίᾳ τοῦ ὀλέθρου, ὃς τὸν Γάιον κατέλαβεν,
309
καὶ τοῦ θεοῦ τὴν πρόνοιαν ἐξεθαύμασεν οὐδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος μισθὸν αὐτῷ τιμῆς τε τῆς εἰς τὸν ναὸς καὶ βοηθείας τῆς Ἰουδαίων σωτηρίας παρασχομένου. καὶ Πετρωνίῳ μὲν οὕτως μὴ ἂν τοπασθεὶς διεφεύχθη ῥᾳδίως ὁ κίνδυνος τοῦ θανεῖν.
310
Γίνεται δὲ καὶ περὶ τοὺς ἐν τῇ Μεσοποταμίᾳ καὶ μάλιστα τὴν Βαβυλωνίαν οἰκοῦντας Ἰουδαίους συμφορὰ δεινὴ καὶ οὐδεμιᾶς ἧστινος ἐλάσσων φόνος τε αὐτῶν πολὺς καὶ ὁπόσος οὐχ ἱστορημένος πρότερον. περὶ ὧν δὴ τὰ πάντα ἐπʼ ἀκριβὲς διηγησάμενος ἐκθήσομαι καὶ τὰς αἰτίας, ἀφʼ ὧν αὐτοῖς τὸ πάθος συνέτυχεν.
311
Νέερδα τῆς Βαβυλωνίας ἐστὶ πόλις ἄλλως τε πολυανδροῦσα καὶ χώραν ἀγαθὴν καὶ πολλὴν ἔχουσα καὶ σὺν ἄλλοις ἀγαθοῖς καὶ ἀνθρώπων ἀνάπλεως. ἔστιν δὲ καὶ πολεμίοις οὐκ εὐέμβολος περιόδῳ τε τοῦ Εὐφράτου πᾶσαν ἐντὸς αὐτὴν ἀπολαμβάνοντος καὶ κατασκευαῖς τειχῶν.