Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 18

312 ἔστιν δὲ καὶ Νίσιβις πόλις κατὰ τὸν αὐτὸν τοῦ ποταμοῦ περίρρουν, ὅθεν Ἰουδαῖοι τῇ φύσει τῶν χωρίων πεπιστευκότες τό τε δίδραχμον, ὃ τῷ θεῷ καταβάλλειν ἑκάστοις πάτριον, ταύτῃ κατετίθεντο καὶ ὁπόσα δὲ ἄλλα ἀναθήματα, ἐχρῶντό τε ὥσπερ ταμιείῳ ταῖσδε ταῖς πόλεσιν.
313 ἐντεῦθεν δὲ ἐπὶ Ἱεροσολύμων ἀνεπέμπετο ᾗ καιρός, πολλαί τε ἀνθρώπων μυριάδες τὴν κομιδὴν τῶν χρημάτων παρελάμβανον δεδιότες τὰς Παρθυαίων ἁρπαγὰς ὑποτελούσης ἐκείνοις τῆς Βαβυλωνίας.
314 καὶ ἦσαν γὰρ Ἀσιναῖος καὶ Ἀνιλαῖος Νεερδᾶται μὲν τὸ γένος, ἀλλήλων δὲ ἀδελφοί. καὶ αὐτούς, πατρὸς δʼ ἦσαν ὀρφανοί, ἡ μήτηρ προσέταξεν ἱστῶν μαθήσει ποιήσεως, οὐκ ὄντος ἀπρεποῦς τοῖς ἐπιχωρίοις ὥστε τοὺς ἄνδρας ταλασιουργεῖν παρʼ αὐτοῖς. τούτοις ὁ τοῖς ἔργοις ἐφεστώς, καὶ γὰρ ἐμεμαθήκεσαν παρʼ αὐτῷ, βραδυτῆτα ἐπικαλέσας τῆς ἀφίξεως ἐκόλασε πληγαῖς.
315 οἱ δὲ ἐφʼ ὕβρει τὴν δικαίωσιν λογιζόμενοι, κατασπάσαντες τῶν ὅπλων πολλὰ ὁπόσα ἦν ἐπὶ τῆς οἰκίας φυλασσόμενα ᾤχοντο εἴς τι χωρίον, διάρρηξιν μὲν ποταμῶν λεγόμενον, νομὰς δὲ ἀγαθὰς παρασχεῖν πεφυκὸς καὶ χιλὸν ὁπόσοι εἰς τὸν χειμῶνα ἀποτιθοῖντο. συνῄεσάν τε ὡς αὐτοὺς τῶν νέων οἱ ἀπορώτατοι, καὶ τούτους τοῖς ὅπλοις φραγνύντες στρατηγοί τε ἦσαν καὶ τῶν κακῶν ἡγεμόνες οὐκ ἐκωλύοντο εἶναι.
316 προελθόντες γὰρ ἐπὶ τὸ ἄμαχον καὶ κατασκευάσαντες ἀκρόπολιν διέπεμπον πρὸς τοὺς νέμοντας φόρον αὐτοῖς κελεύοντες καταβάλλειν τῶν βοσκημάτων, ἣ ἀρκοῦσα ἐπιτροφὴ γίνοιτʼ ἄν, προστιθέντες φιλίαν τε πειθομένοις καὶ ἄμυναν τῶν ἀλλαχόθεν ποθὲν πολεμίων, σφαγὰς δὲ τῶν ποιμνίων ἀπειθοῦσιν.
317 οἱ δέ, οὐ γὰρ ἦν ἕτερα παρʼ αὐτὰ ποιεῖν, ἠκροῶντο καὶ τῶν προβάτων ἔστελλον ὁπόσα κελευσθεῖεν, ὥστε δὴ καὶ πλείων αὐτοῖς συνελέγετο ἰσχὺς κύριοί τε ἦσαν ἐφʼ οἷς βουλεύσειαν ἐκ τοῦ ὀξέος ἐλαύνοντες κακουργεῖν. θεραπεύειν τε αὐτοὺς ἦρκτο πᾶς προστυγχάνων, καὶ ἦσαν φοβεροὶ καὶ τοῖς πειρασομένοις, ὥστʼ ἤδη προύκοπτε λόγος περὶ αὐτῶν κἀπὶ τοῦ Πάρθων βασιλέως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi